Ancient Greek · ~2 min
Chapter 32
Libanius, Oratio I 32
Not analysed yet
ἐγὼ δὲ οὕτω μὲν ἔφην ποιήσειν καὶ οὐκ ἀπειθήσειν, λαθὼν δὲ ᾠχό- μὴν |πλέων. τοῦ δὲ Αἰγαίου κινηθέντος τῶν τε ναυ- τῶν οὐδὲν εἰδέναι τοῦ πελάγους λεγόντων στὰς ἐγὼ παρὰ τὸν κυβερνήτην ὑπὸ τοῦ κακοῦ νικώμενον εὔχο- μαι Νηρεῖ τε καὶ ταῖς Νηρέως κόραις, νὺξ δὲ ἦν, ἐν ᾗ τὰ δεινὰ ταῦτα παρῆν, καὶ ἀνίσχει ἥλιος διὰ νεφῶν προσβάλλων τὴν θάλασσαν, σημεῖον μὲν ἀγριωτέρων πνευμάτων, καὶ τὰς τρίχας ἅπαντες ἐτίλλομεν, ἦν δὲ ἄρα τι τῶν εὐχῶν ἔργον, καὶ πάντα τὰ λυποῦντα ὀξέως ἐλέλυτο θεῶν θαλαττίων ἡμερούντων τὴν θάλατταν.