Ancient Greek · ~5 min
Chapter 38
Libanius, Oratio I 38
Not analysed yet
τὼ μὲν δὴ σοφιστὰ ἐπενθείτην, ὁ μὲν οὐδὲ ἀν- θήσας ἀρχήν, ὁ δὲ ἀπηνθηκώς· ὁ μὲν γὰρ οὐδὲ παρ- ῆλθεν εἰς τὸ δύνασθαι, ὁ δὲ ἐξεπεπτώκει. ἐπεν- θείτην μὲν οὖν καὶ τἄλλα ἐλοιδορείσθην βίαιον, πλεον- έκτην, ἀκόρεστον, οὐδαμοῦ στῆναι δυνάμενον, τὰ τοιαῦτα ἀναισχυντοῦντες. οὐ γὰρ δὴ χειρῶν ἔργον ἦσαν οἱ ἀφιστάμενοι τῶν νέων, ἀλλ’ ἕτερον |τὸ πεῖθον. ὥσπερ οὖν τοὺς καλοὺς οὐκ ἂν γράψαιτό τις βιαίων, εἰ πολλοὶ σφῶν ἐρῷεν, οὕτως οὐδ’ ἡ ἐν λόγοις ὥρα τὸ τῆς μαγνήτιδος πράττουσα πονηρὸν ἂν τὸν πατέρα τῆς ὥρας ἐλέγξαι. 39. Οἰμώττουσι δὴ τοῖς ὧδε πεπραγμένοις ἔρχεται Βημάρχιος σύμμαχος μηνὶ ἑβδόμῳ, μάλα δὴ τὸν Κων- στάντιον ᾑρηκὼς ἀνὴρ καὶ τῶν περὶ ἐκεῖνον τοὺς ἀμυήτους, ψόφῳ τε καὶ κτύπῳ παρανόμων ῥημάτων δόξαν ἐπὶ λόγοις ῥωμαλέου λαβὼν φίλοις τε τοῖς ἀπ’ καὶ τὰ μέχρι μέθης συμπόσια φιλίας ἰσχυρὰς κεράσαι. διέβη μὲν δὴ τὸν πορθμὸν κυδιόων τε καὶ ὑψοῦ κάρη ἔχων κρότῳ τε ἐπηρμένος καὶ οἷς εἰργάσατο χρήμασι, λόγον ἕνα μέχρι Νείλου δεικνύων τόν τε ἐναντία τοῖς θεοῖς τεταγμένον ἐγκωμιάζων, αὐτὸς θύων θεοῖς, διδάσκων τε καὶ διηγούμενος, οἷον αὐτῷ τὸν νεὼν ἐγείραι Κωνστάντιος. διέβη μὲν δὴ μειδιῶν, ὡς δὴ οὐδενὸς αὐτὸν ὑπομενοῦντος, ἀλλ’ ἀμαχεὶ τά τε αὑτοῦ κομιούμενος καὶ καταδύσων αὐτόν τε ἐμὲ καὶ ὅ,τι ἐμοὶ συνέπνει.