Ancient Greek
Chapter 40
Libanius, Oratio I 40
Not analysed yet
πρῶτον μὲν οὖν τὸ μηδεμίαν ἐς αὐτὸν ἐπάνοδον γενέσθαι τῶν νέων ὠδύνα καὶ ἐκέντει τὴν ψυχὴν· ἔπειτα ἐμοῦ λόγον εἰς σύλλογον εἰσαγαγόντος παρών τε καὶ ἀκροώμενος οὐχ ὡς ἥδιστα διετέθη, τῶν φίλων δέ οἱ παραινούντων βροντᾶν καὶ ἀποκρύπτειν λόγῳ λόγον γράψαντα περὶ ὧνπερ ἐγώ, πάντως δ’ ἄν με τῇ πρώτῃ κατασῦραι προσβολῇ, πλὴν εἰ μή|που τὴν δύναμιν ἣν εἶχεν ἀπολώλεκε, τοιούτοις ἀναπτερωθεὶς ῥήμασι μηνὶ ὕστερον ἧκε κομίζων λό- γον. ὃς ἐκεῖνον ᾧ προσεπολέμει, καὶ πρόσθεν ἐπαι- νούμενον θαυμαστότερον ἀπέφηνεν.