Ancient Greek
Chapter 49
Libanius, Oratio I 49
Not analysed yet
ἐδέοντο δὲ οὐκ ἀπορίᾳ σοφιστοῦ· πολίτης γὰρ δὴ ἦν τις σφίσι τῶν ἐπαινουμένων, ὁ δὲ λόγων μὲν οὐκ ἀπείρως εἶχε, θυμῷ δ’ ἐδούλευε καί ποτε τὴν|βουλὴν ἅπασαν δού- λους τῶν αὑτοῦ πατέρων ἐτόλμησε προσειπεῖν. τοῖς δὲ ὑπὲρ δίκης βουλευομένοις καὶ ὅτῳ χρὴ τὸν ὑβρι- στὴν μετελθεῖν, ἀθανάτῳ τις εἶπε κακῷ, ὡς τῶν γε ἄλλων οὐ μακρῶν ἐσομένων· ἐρομένων δέ, τί τοῦτο εἴη τὸ ἀθάνατον αὐτῷ κακόν, ἐμέ τε ἴφη καὶ τοὺς ἀπ’ ἐμοῦ τοῖς ἀντιτέχνοις μόχθους.