Ancient Greek · ~5 min
Chapter 59
Libanius, Oratio I 59
Not analysed yet
δεινὰ δὴ δο- κῶν ἐμαυτῷ |δρᾶν, εἰ τὴν οὕτω στεργομένην μὴ συνὼν γηροτροφοίην, ὁπότε ἀκούοιμι φθεγγομένου τοῦ φίλου, δεσμὸς τοῦτο ἦν, ὥστε καὶ ἡνίκα δεῦρ’ ἐπανῄειν, ἐπὶ μόναις ταῖς παρ’ ἐκείνου τοῦτο ἐπράττετο ἀνάγκαις ἀπειλοῦντος ἦ μὴν χείρω με, εἰ τούτῳ ἀτιμάσαιμι τὸ δίκαιον, νομιεῖν. 60. Πλείοσι τοίνυν καὶ μείζοσιν ἀγαθοῖς τὰ δυσ- χερέστερα ἠφάνιζεν ἡ Τύχη, καὶ ἡ λύπη μικρὰ διὰ τὸ πλῆθος ἦν τῶν ἡδονῶν, μᾶλλον δὲ οὐδὲν τοσοῦτον, ὁπόσον καὶ ἀνιᾶσαι δύνασθαι, ὥσπερ αὖ καὶ τοῖς ἀρι- στεύουσιν ἃ πλήττονται κοῦφα διὰ μέγεθος ὧν δρῶσι. λεγέσθω οὖν καὶ τὰ χείρω· τῇδε γὰρ ἂν καθαρώτερον φανείη τὰ βελτίω δεικνυμένων τῶν ὑπ’ αὐτῶν νενι- κημένων. 61. Ὁ μὲν δὴ παῖς ἄνηβος ἐλπίσιν ἀπατηθεὶς ὑπὸ τῶν οὓς ἀναπείθουσιν ἀποκτιννύντων πεντακοσίους τε καὶ χιλίους ὑφελόμενος στατῆρας ᾤχετο, ὡς εἰκός, ἀποθανούμενος μέλλοντός μοι δέξεσθαι τοῦ ἄρχοντος λόγον, καὶ |ἐπεδεικνύμην κινούμενος τὰ εἰωθότα τῶν ἀκροατῶν τῇ κλοπῇ τεταραγμένων, ὥστε εἶναί μοι πλοῦν τὸ θαῦμα, τὸ μὲν ὡς λέγειν ἐπισταμένῳ, τὸ δὲ ὡς τὰ τοιαῦτα φέρειν· καὶ τρίτον γε ἕτερον προσεγε- γόνει διωθουμένου μου τὸν ἠθροισμένον ἐκ τῶν πό- λέων ἄργυρον παριόντα τὸν ἐξεληλυθότα χρυσὸν θε- ραπεύειν πειρωμένων τοῖς παρὰ σφῶν τὴν βλάβην.