Ancient Greek
Chapter 62
Libanius, Oratio I 62
Not analysed yet
Ταυτὶ μὲν ἀφείσθω τὴν ζημίαν ἔχοντα ἐν χρή- μασιν, ὅ δὴ διαπτύσειεν ἂν ἀνὴρ ἐλεύθερος. ἀλλ’ ἐνόσει μὲν ἡ γυνὴ τῷ σοφιστῇ τὰς φρένας, ὁ δὲ οὐ βουλόμενος ταῦτ’ εἶναι τῆς τοῦ σώματος πονηρίας ἐπ’ ἐμέ τε ἦγε τὴν αἰτίαν καὶ κακοῖς ἑπόμενος μασι βιβλογράφον καὶ αὐτὸς εἷλκε καὶ οἰχομένης δὴ τῆς γυναικὸς ἀπὸ τοῦ τάφου μετὰ δακρύων εἰς τὸ δικαστήριον ἐλθὼν κατήγορος μὲν κατὰ τοὺς νόμους οὐδὲ οὕτως γίνεται, τοσοῦτον δὲ εὗρε, τὸ δῆσαι τὸν ἄνθρωπον.