Ancient Greek · ~6 min
Chapter 7
Libanius, Oratio I 7
Not analysed yet
ἀλλὰ μὴν τήν γε τῆς μητρὸς σωφροσύνην, ἣ μυρίους ἀπὸ τῶν θυρῶν ἀπήλασεν, οὐδ’ ἂν ὁ σφόδρα ἡδονῶν |ἥττων τολμῆσαί μοι δοκεῖ μὴ συγχωρῆσαι παίδων εἶναι εὐτυχῶν, εἰ δὴ καλὸν μὲν τὸ σὺν παρρησίᾳ ζῆν, ποιεῖ δὲ ταύτην οὐ τὰ αὐτῷ τινι βεβιωμένα μόνον, ἀλλὰ καὶ τὰ ’κεί- νοις ἐξ ὧν ἔφυ, ὡς πολλοί γε ἀμέμπτους σφᾶς αὐτοὺς παρασχόμενοι γονέων ἐπεστομίσθησαν ὀνείδεσι. 8. Πάλιν τοίνυν τὸ μὲν παρ’ ἄνδρα πεφοιτηκέναι λόγων προχέοντα κάλλος εὐδαίμονος φοιτητοῦ, τὸ δὲ μὴ ὁπόσον ἄξιον, ἀλλ’ ὁπότε μὲν ἀφωσιούμην, φοιτᾶν, κινοῦντος δὲ ἤδη πρὸς μαθήσεις ἔρωτος οὐκ ἔχειν τὸν μεταδώσοντα θανάτῳ σβεσθέντος τοῦ ῥεύματος, τουτὶ δὲ ἀθλίου. ποθῶν μὲν τοίνυν τὸν οὐκέτ’ ὄντα, χρώ- μενος δὲ τοῖς οὖσιν, εἰδώλοις γέ τισι σοφιστῶν, ὥσπερ οἱ τοῖς ἐκ κριθῶν ἄρτοις ἀπορίᾳ γε τοῦ βελτίονος, ἐπειδὴ ἤνυτον οὐδέν, ἀλλ’ ἦν κίνδυνος ἡγεμόσι τυ- φλοῖς ἑπόμενον εἰς βάραθρον ἀμαθίας πεσεῖν, τοῖς μὲν χαίρειν |εἶπον, παύσας δὲ τὴν μὲν ψυχὴν τοῦ τίκτειν, τὴν δὲ γλῶτταν τοῦ λέγειν, τὴν δὲ χεῖρα τοῦ γράφειν ἒν ἔδρων μόνον, μνήμῃ τὰ τῶν παλαιῶν ἐκτώμην συνὼν ἀνδρὶ μνημονικωτάτῳ τε καὶ οἵῳ τῶν παρ’ ἐκείνοις καλῶν ἐμπείρους ἀπεργάζεσθαι νέους. καὶ οὕτω δή τι αὐτῷ προσεκείμην ἀκριβῶς, ὥστ’ οὐδ᾿ ἀπαλλαττομένου τῶν νέων ἀπηλλαττόμην, ἀλλὰ καὶ δι ἀγορᾶς, ἐν χεροῖν τε ἡ βίβλος. καὶ ἔδει τι τὸν ἄνδρα καὶ πρὸς ἀνάγκην λέγειν, ἣν ἐν τῷ παραχρῆμα μὲν δῆλος ἦν δυσχεραίνων, χρόνοις δὲ ἐν ὑστέροις ἐπῄνει.