Ancient Greek · ~3 min
Chapter 63
Libanius, Oratio I 63
Not analysed yet
ἐπὶ τούτοις τὸ |πρᾶγμα ἀνέστραπτο τοῦ μὲν φεύγοντος τὴν κρίσιν, ἐμοῦ δὲ ἐπαναγκάζον- τος. ὁ δικαστὴς δὲ ἄρα ἐγέλα, εἰ περὶ γυναῖκα ἐγὼ παρανήλισκον τὸν θάνατον ὑπερβὰς τὸν σοφιστήν, ὥσπερ ἂν εἴ τις ἀθλητὴς κτεῖναι ἔχων τὸν ἀντίπαλον τούτῳ μὲν ἠρνεῖτο συμπλέκεσθαι καὶ διέσωζε, τὴν τε- κοῦσαν δὲ αὐτὸν ἥρπαζε διὰ δαιμόνων. τῷ μὲν δὴ ἔργον ἦν φεύγειν, ὁ δικαστὴς δέ, οὐδὲ γὰρ ἀνίην, εἷλκέ τε διὰ τῶν ὑπηρετῶν καὶ ἐπηνάγκαζεν ἢ λαβεῖν ἢ δοῦναι δίκην, τὸν γὰρ αὖ νόμον οὐκ ἐᾶν κεναῖς αἰτίαις ὑβρίζειν. ὁ δὲ πεσὼν ἱκέτευε μὴ ἄτιμος ἀπελ- θεῖν μηδὲ αὑτοῦ μᾶλλον ἢ του πένθους ἐκεῖνα νο- μισθῆναι.