Ancient Greek · ~3 min
Chapter 64
Libanius, Oratio I 64
Not analysed yet
ἐλεεῖ τὸν σοφιστὴν ὁ δικαστής, καὶ οὐκ ἐμεμψάμην τὸν οἶκτον· ἐμοὶ γὰρ εἴη τὸν ἐχθρὸν εἰς συγγνώμην καταφεύγοντα ἰδεῖν καὶ |οὐδὲν ἂν ἑτέρας δέοι δίκης, καὶ δὴ καὶ φίλον εἶναι βουλόμενον οὐκ ἀτιμάσω· ὅστις δὲ αἰσχυνόμενον τὸν ἡμαρτηκότα ὁρῶν προσαπολέσαι βούλοιτ᾿ ἄν, θηριώδης τε οὗτος καὶ οὐκ αἰσθανόμενος, ὡς ἀνθρώπῳ γε ὄντι γένοιτ᾿ ἄν ποτε ἴσως εἰς τὴν τῶν ὁμοίων χρείαν πεσεῖν. ἀλλ’ οὐχ οἱ πρὸς πρὸς ἐκεῖνον οὕτως, ἀλλ’ ὁ μὲν ἀπαντῶν ἐξετρέπετ’ αὐτόν, τῷ δὲ πρόνοια μὴ ἀπαντῆσαι, τὸ δὲ μὴ κεκολάσθαι τοῖς προσήκουσι τὸν ὑβριστὴν ἤδη τινά τι καὶ ἀπορρῖψαι εἰς τὸν ἐψηφισμένον καίτοι σφόδρα ἀγαπώμενον ἠνάγκασε.