Ancient Greek · ~2 min
Chapter 65
Libanius, Oratio I 65
Not analysed yet
πιεζόμενος δὴ πολλαχόθεν καὶ οὐκ ἀποχρώντων οἱ τῶν λόγων ἄλλως τε καὶ τοῦ τρόπου προσδιαβεβλημένου τρέπεται ἐπ’ ὠνὴν τῶν νέων, χρημάτων οὐ φειδόμενος πολλῶν οἱ προσιόντων ἐκ γῆς· οἱ δὲ δέχονται μὲν τὸ διδόμενον, σφᾶς δὲ αὐτοὺς οὐ προΐενται, ἀλλ’ εἰς μέσον τε τὸ ἀπόρρητον |ἤγετο καὶ γέλως διὰ τῆς πόλεως ἐχώρει, οἷα μὲν ἐμεμηχάνητο, οἷα δὲ ἤλπισεν, οἷα δὲ ἐπεπόν- θεῖ.