Ancient Greek
Chapter 66
Libanius, Oratio I 66
Not analysed yet
ὡς δὲ αὐτῷ μόνος Βιθυνῶν συνελάμβανεν ἀνὴρ εἰς ὅ,τι ὁρμήσειεν ἀπαύστῳ φιλονεικίᾳ χρώμενος φήσας ἐν τῷ περὶ τουτωνὶ τῶν δώρων λόγῳ τε καὶ ἐλέγχῳ καὶ γέλωτι μηδὲ τὸ τῆς αὐτοῦ γυναικὸς ὄνομα σεσιγῆσθαι ὡς δὴ τοῦ τε ἔργου κεκοινωνηκυίας τῶν τε ἀνηλωμένων, ἐπὶ ζεῦγος ὁρικὸν ἀναβὰς ἤλαυνεν ἐπὶ Καππαδοκίας παρὰ ἄρχοντα φίλον εἰδότα χάριτι βλάψαι νόμον, νέω δὲ ἄρα τώδε πάντα ἀλλήλοιν Ἀθή- νησι κεχαρισμένω διὰ τέλους ἔμελλον τοῦτο ποιεῖν. ὁ δὲ παρασκευῆς τε αὐτὸν τῆς πρὸς τὸν Περσικὸν πό- λεμον ὃς τότε ἦν, ἑτέρων τε προμηθείας οὐ μείονος ἀξίων μένειν ἀναγκαζόντων πάντα τὰ μέγιστα μικρὰ ἡγησάμενος ἀναστὰς ἐφέρετο γυμνῷ τῷ ξίφει προ- πέμψας στρατιώτην, ᾧ χρῆν με εἰς Νικαίαν ἕπεσθαι τῶν νέων ἄγοντα ἑπτὰ τοὺς ὅτι μὴ σφᾶς αὐτοὺς ἀπέ- δοντο, ἠδικηκότας.