Ancient Greek · ~3 min
Chapter 67
Libanius, Oratio I 67
Not analysed yet
Νικομηδεῖς μὲν οὖν ἡμᾶς ἔτι ζῶντας ἐπένθουν, ὥσπερ οὖς εἰς τὸν λαβύρινθον ἔπεμ- πον Ἀθηναῖοι. σωτὴρ δὲ ἄρα ἡμῖν |ἔμελλε τῆς Τύχης βουλομένης Ἡρακλῆς ὁ Δῖός ἔσεσθαι καὶ προὐδήλου γε, ὅ ποιήσει καὶ ὡς σβέσει τὴν πυράν, ὀνείρατι· πυρὰν γὰρ δὴ μεγάλην ἐν μέσῃ τῇ Νικαίᾳ τῶν τινα Ἀντι- σθένους μιμητῶν ἐδόκουν ἐφιζάνοντα σβεννύειν καὶ εἶναι κρεῖττον τοῦ πυρὸς τὸ σῶμα. θαρρῶν δὴ τοῖς τε ἀπὸ τῆς ἀληθείας τῇ τε ἐπαγγελίᾳ τῆς ἐπικουρίας ᾔειν· οἱ συνήγοροι δὲ ἡμῖν μέχρι Λίβου μὲν ἧκον, αὐτοῦ δὲ καταδύντες ἀπεσκόπουν, ὅπη τὸ πρᾶγμα πε- σεῖται, καὶ ἀναφανέντες ἐπὶ τῷ τέλει συνέχαιρον, ὥσπερ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐν Μαραθῶνι μάχην τοῖς Ἀθηναίοις.