Ancient Greek
χελιδόνιον και Δροσίς
Lucian, Ἑταιρικοὶ Διάλογοι 4-7
Not analysed yet
τί σοι δοκεῖ ἡ ἐπιστολή, ὦ Χελιδόνιον; τὰ μὲν ἄλλα ἡ ἀπὸ Σκυθῶν ῥῆσις, τὸ δὲ μέμνησο Κλεινίου ἔχει τινὰ ὑπόλοιπον ἐλπίδα. κἀμοὶ οὕτως, ἔδοξεν· ἀπόλλυμαι δʼ οὖν ὑπὸ τοῦ ἔρωτος. ὁ μέντοι Δρόμων ἔφασκε παιδεραστήν τινα εἶναι τὸν Ἀρισταίνετον καὶ ἐπὶ προφάσει τῶν μαθημάτων συνεῖναι τοῖς ὡραιοτάτοις τῶν νέων καὶ ἰδίᾳ λογοποιεῖσθαι πρὸς τὸν Κλεινίαν ὑποσχέσεις τινὰς ὑπισχνούμενον ὡς ἰσόθεον ἀποφανεῖ αὐτόν. ἀλλὰ καὶ ἀναγιγηνώσκει μετʼ αὐτοῦ ἐρωτικούς τινας λάγους τῶν παλαιῶν φιλοσόφων πρὸς τοὺς μαθητάς, καὶ ὅλος περὶ τὸ μειράκιόν ἐστιν. ἠπείλει δὲ καὶ τῷ πατρὶ τοῦ Κλεινίου κατερεῖν ταῦτα. ἐχρῆν, ὦ Δροσί, γαστρίσαι τὸν Δρόμωνα. Ἐγάστρισα, καὶ ἄνευ δὲ τούτου ἐμός ἐστι· κέκνισται γὰρ κἀκεῖνος τῆς Νεβρίδος. θάρρει, πάντα ἔσται καλῶς. ἐγὼ δὲ καὶ ἐπιγράψειν μοι δοχῶ ἐπὶ τοῦ τοίχου ἐν κεραμεικῷ, ἔνθα ὁ Ἀρχιτέλης εἴωθε περιπατεῖν, Ἀρισταίνετος διαφθείρει Κλεινίαν, ὥστε καὶ ἐκ τούτου συνδραμεῖν τῇ παρὰ τοῦ Δρόμωνος διαβολῇ. πῶς δʼ ἂν λάθοις ἐπιγράψασα; τῆς νυκτός, ὦ Δροσί, ἄνθρακά ποθεν λαβοῦσα. εὖ γε, συστράτευε μόνον, ὦ Χελιδόνιον, κατὰ τοῦ ἀλαζόνος Ἀρισταινέτου.