Ancient Greek · ~4 min
χελιδόνιον και Δροσίς
Lucian, Ἑταιρικοὶ Διάλογοι 3-9
Not analysed yet
Φέρʼ ἴδωμεν· τὰ γράμματα οὐ πάνυ σαφῆ, ἀλλὰ ἐπισεσυρμένα δηλοῦντα ἔπειξίν τινα τοῦ γεγραφότος. λέγει δέ πῶς μὲν ἐφίλησά σε, ὦ Δροσί, τοὺς θεοὺς ποιοῦμαι μάρτυρας. αἰαῖ τάλαν, οὐδὲ τὸ χαίρειν προσέγραψε. καὶ νῦν δὲ οὐ κατὰ μῖσος, ἀλλὰ κατʼ ἀνάγκη ἀφίσταμαί σου· ὁ πατὴρ γὰρ Ἀρισταινέτῳ παρέδωκέ με φιλοσοφεῖν αὐτῷ, κἀκεῖνος —ἔμαθε γὰρ τὰ καθʼ ἡμᾶς ἅπαντα —πάνυ πολλὰ ἐπετίμησέ μοι ἀπρεπὲς εἶναι λέγων ἑταίρᾳ συνεῖναι Ἀρχιτέλους καὶ Ἐρασικλείας υἱὸν ὄντα· πολὺ γὰρ ἄμεινον εἶναι τὴν ἀρετὴν προτιμᾶν τῆς ἡδονῆς. μὴ ὥρασιν ἵκοιτο ὁ λῆρος ἐκεῖνος τοιαῦτα παιδεύων τὸ μειράκιον. "Ὥστε ἀνάγκη πείθεσθαι αὐτῷ· παρακολουθεῖ γὰρ ἀκριβῶς παραφυλάττων, καὶ ὅλως οὐδὲ προς2βλέπειν ἄλλῳ οὐδενὶ ἔξεστιν ὅτι μὴ ἐκείνῳ· εἰ δὲ σωφρονοῖμι καὶ πάντα πεισθείην αὐτῷ, ὑπισχνεῖται πάνυ εὐδαίμονα ἔσεσθαί με καὶ ἐνάρετον καταστήσεσθαι τοῖς πόνοις προγεγυμνασμένον. ταῦτά σοι μόλις ἔγραψα ὑποκλέψας ἐμαυτόν. σὺ δέ μοι εὐτύχει καὶ μέμνησο Κλεινίου."