Ancient Greek
7 to 9
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 7-9
Not analysed yet
Περὶ τῶν Ἡρκαλέος παίδων Λυσίμαχός φησί τινας ἱστορεῖν, μὴ ὑπὸ Ἡρακλέος, ἀλλ ̓ ὑπό τινων δολοφονηθῆναι ξένων. Λυσίμαχος δέ φησιν ἐν τοῖς Θηβαῖκοῖς παραδόξοις, τριάκοντα ἀργυρίου τάλατα ἀπαιτούντων (τῶν Οἰχαλιέων sc.) ποινὴν ἐπὶ Ἰφίτῳ, οὕτως ἐπ ̓ αὐτοὺς Ἡρακλέα στρατεῦσαι. Τῶν ἅμα Πολυνείκει εὐωχουμένων λοχαγῶν, ἀετὸς καταπτὰς τὸ Ἀμφιάρεω ἐβάστασε δόρυ εἰς ὕψος καὶ εἴασε· τὸ δὲ παγὲν ἐν γῇ δάφνη ἐγένετο. Τῇ δ ̓ ὑστεραίᾳ πολεμούντων, κατ ̓ ἐκεῖνο κατεπόθη ὁ Ἀμφιάρεως τῷ ἅρματι, ἔνθα νῦν πόλις Ἅρμα καλεῖται· ὡς Τρισίμαχος (num Λυσίμαχος̣) ἐν τρίτῳ Κτίσεων. Περὶ τῆς εἰς Κυρήνην ἀφίξεως τῶν Ἀντηνοριδῶν Λυσίμαχος ἐν πρώτῳ τῶν Νόστων ἱστορεῖ, παρ ̓ Ἄμνακι (Ἀκαμνάκει̣) βασιλεῖ Λιβύων αὐτοὺς ᾠκηκέναι, μὴ βουλομένους συνοικεῖν τοῖς τὸ Ἴλιον πεπορθηκόσι, καὶ ὅτι ἔκτισαν (ἔκτισεν Cod.) μεθ ̓ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης κείμενον λόφον Ἀντηνοριδῶν ἐπικεκλημένον. Λυσίμαχος ἐν πρώτῳ τῶν Νόστων οὕτω πως λέγει· «Γλαῦκος, Ἀκάμας, Ἱππόλοχος, οἱ Ἀντηνορίδαι, παρ ̓ Ἀκαμνάκει βασιλεῖ Λιβύων ᾤκησαν, μὴ βουλόμενοι συνοικεῖν τοῖς τὸ Ἴλιον πορθήσασιν, οἳ μεθ ̓ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης Ἀντηνοριδῶν λόφον ἔκτισαν καὶ ᾤκησαν.»