Ancient Greek · ~2 min
Fragment 75
Marcellus Ancyranus, Fragmenta 75
Not analysed yet
Re 66 αὐτὸς γὰρ ὁμολογεῖ λέγων ’ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρία· ὅτι δὲ τοῦτο οὐχ ἁπλῶς οὐδὲ ἀσκόπως εἴρηκεν, δῆλον καὶ ἀφ’ ἑτέρας ἀποστολικῆς ῥήσεως· »εἷς« γὰρ ὁ εἰπὼν »κύριος, μία πίστις, ἓν βάπτισμα« »εἷς θεὸς« ἔφη »καὶ πατήρ, ὁ ἐπὶ πάντων καὶ διὰ πόντων καὶ ἐν πᾶσιν«. ὁρᾷς ὅτι οὐδ’ ἐνταῦθα ἀφίσταται τῖς συμφωνίας ἀλλά καὶ ἐνταῦθα τὸ αὐτὸ πέπονθεν, »εἷς« γάρ εἰπὼν κύριος« αὖθις εἶς θεὸς« ἔφη, ἵνα ἡνίκα ἂν τοῦ ἑνὸς κυρίου μνημονεύῃ περιλαμβάνῃ καὶ τὸν πατέρα, ἡνίκα δ᾿ ἂν περὶ τοῦ πατρὸς λέγῃ μὴ ἐκτὸς εἶναι τὸν λόγον τοῦ θεοῦ μαρτυρῇ.