Ancient Greek · ~10 min
Fragment 76
Marcellus Ancyranus, Fragmenta 76
Not analysed yet
Re 67 εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἓνα ἡμῖν θεὸν βεβαιούσης, »ἐγὼ θεὸς« φησὶν »πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εὶμι«· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν, αἱ γὰρ δύο ῥήσεις ἒν ἡμῖν πρόσωπον σημαίνουσιν. »ἐγὼ« γάρ εἰπὼν ἐπάγει καὶ τὸ »εἰμί« ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν, ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος μαρτυρεῖσθαι μονάδα. εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέζομαι προφήτην λέγοντα ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός«. εἰ ὑποστάσει διῃρημένον τὸν ὺἱὸν τοῦ πατρὸς ὡς υἱὸν ἀνθρώπου Ἀστέριος εἶναι οἴεται ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς ἣν δι’ ἡμᾶς ἀνέλαβεν σκανδαλιζόμενος, δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα· ἑνὸς γάρ ἐστιν κἀνταῦθα προσώπου ἡ λεγομένη ῥῆσίς. τίς οὖν ἔστιν ὁ λέγων οὐκ ἔστιν πλὴν ἐμοῦ θεός« ; ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης »οὐκ ἔστιν πλὴν ἐμοῦ δίκαιος καὶ σωτήρ‘‘. εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ σωτῆρα. εἰ δὲ οὐ δίκαιος οὐδὲ σωτὴρ, πῶς ἔτι θεὸς εἶναι δύναται; ἵνα γὰρ ἀποφαίνεται δίκαιον καὶ σωτῆρα εἶναι. καὶ. αὖθις »ἒμπροσθέν μου« φησὶν »οὐκ ἐγένετο ἂλλος, καὶ μετ’ ἐμὲ οὐκ έσται, ἐγὼ θεός, καὶ οὐκ ἔσται παρὲξ ἐμοῦ σῴζων«. εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέν<λεχθέν> ἀκουέτω αὐτοῦ Ἠσαίου λέγοντος »μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ«. οὐκ εἶπεν· ἐγὼ θεὸς ἵνα καὶ διὰ τῆς τοῖ· ἄρθρου προσθήκης ἵνα θεὸν ὄντα σαφῶς ἐπιδείξῃ. τί δὲ καὶ ῾Ωσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τά αὐτὰ μαρτυρεῖ, »ἐγὼ ἀνήγαγόν σε ἐξ Αἰγύπτου« λέγων »καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν παρὲξ ἐμοῦ«; αὖθίς τε ὁ Μαλαχίας »οὐχὶ θεὸς εἶς ἔκτισεν ὑμᾶς; «φησὶν »οὐχὶ πατὴρ εἴς πάντων ὑμῶν; «ἀλλὰ τὸν Δαυὶδ φήσει που Ἀστέριος μηδὲν εἰρηκέναι περὶ τούτου, καίτοι πρεσβύτατον παρὰ Μωσέα τῶν ἄλλων προφητῶν ὄτα, καὶ διὰ τοῦτο ἀμφιγνοεῖν, εἴτε δύο θεοὺς ὑποστάσει διῃρημένους νομίζειν εἶναι προσήκει εἴτε καὶ μὴ. οὐκοῦν ἵνα μὴ τοῦτο λέγῃ, ἀκόλουθον ἡγοῦμαι καὶ αὐτὸν ἐπιδεῖξαι αὐτῷ τὰ αὐτὰ τοῖς προειρημένοις ἀγίοις λέγοντα· »ἄκουσον,« φησὶν »λαός μου, καὶ λαλήσω σοι· ᾿Ισραήλ, καὶ διαμαρτύρομαί σοι. ἐάν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου«. ὁ αὑτὸν ἐπιδεικνὺς καὶ λέγων »ἐγώ εἰμι«, οὐ δῆλός ἐστιν ἵνα θεὸν μόνον εἶναι λέγων, τουτέστιν ἑαυτόν;