Ancient Greek · ~5 min
Fragment 77
Marcellus Ancyranus, Fragmenta 77
Not analysed yet
Re 68 τί οὖν; εἰ μὴ τῴ πνεύματι προσέχοντες δυνάμει ἀδιαίρετον τὴν μονάδα εἶναι νομίζοιμεν, ἆρα οὐχ ἁμαρτησόμεθα, σαφῶς τοῦ λόγου διδάσκοντος ἡμᾶς »κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις«. τὸ αὐτὸ δὲ καὶ διὰ τοῦ κατὰ Μᾶρκον Εὐαγγελίου κηρύττει· ἑνὸς γὰρ τινος γραμματέως προσελθόντος αὐτῷ καὶ πυνθανομένου, τίς εἴη πρώτη τῶν ἐντολῶν, ἀπεκρίνατο πρὸς αὐτόν οὕτως εἰπὼν »πάντων πρῶτον· ἄκουε, »Ισραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐς ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη· καὶ δευτέρα ὁμοία ταύτῃ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ«. ἀλλ’ ὁ μὲν γραμματεὺς διὰ τοῦ νόμου τὴν θεοσέβειαν μεμαθηκέναι δοκῶν, ἐπαινῶν τὸ τοῖ σωτῆρος ῥητὸν φαίνεται φαίνεται »ἄκουε, ᾿Ισραήλ«, λέγοντος κύριος ὁ θεός σου εἷς ἐστιν« καὶ ὅρκῳ καλῶς εἰρῆσθαι πιστούμενος· »ἐπάληθείας« γάρ φησιν »εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος πλὴν αἰ· τοῦ‘ οἱ δὲ τὰ τῆς νέας διαθήκης αὐχοῦντες εἰδέναι μυστήρια, οὗτοι καὶ δεύτερον ἀναπλάττειν θεὸν βούλονται ὑποστάσει καὶ δυνάμει χωριζόμενον τοῦ πατρός.