Ancient Greek
ΙΕ´ XV (Duebn XXI vulg. 5 B 18), Section 9
Maximus of Tyre, Dialexeis 9-3
Not analysed yet
Οὐκοῦν ὁ μὲν ὑπὲρ ἀνδρὸς φίλου, φυγάδος καὶ πένητος, μεγάλῃ καὶ ἰσχυρᾷ τυραννίδι ἀντετάξατο, γῆν πολλὴν βαδίζων, καὶ πέλαγη περαιούμενος, καὶ ἀπεχθανόμενος τῷ τυράννῳ, καὶ ἐκπίπτων, καὶ κινδυνεύων, ἵνα μὴ προδῷ τὸ φιλοσοφίας ἦθος· ἐξῆν δέ που αὐτῷ ἐν Ἀκαδημίᾳ θεωρεῖν, καὶ ἀληθείας ἐμπίμπλασθαι. Ξεωοφῶντα δὲ καλεῖ μὲν Πρόξενος, παραπέμπει δὲ ὁ Ἀπόλλων, συνεκπέμπει δὲ ὁ Σωκράτης ἐκ τῆς πολλῆς σχολῆς καὶ θεωρίας, ἐπὶ στρατείαν, καὶ στρατηγίαν, καὶ σωτηρίαν Ἑλλήνων μυρίων. Τὰ δὲ Διογένους τί χρὴ λέγειν; ὃς ἀφέμενος τῆς αὐτοῦ σχολῆς περιῄει ἐπισκοπῶν τὰ τῶν πλησίον, οὐκ ἀρ |γὸς οὐδὲ ἠμελημένος ἐπιστάτης· ἀλλὰ κατὰ τὸν Ὀδυσσέα ἐκεῖνον, ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη, τόν ῥʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· ὅν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι, βοόωντά τʼ τὸν σκήπτρῳ ἐλάσασκεν· ἐφεύροι, ἀλλʼ οὐδʼ ἑαυτοῦ ἀπείχετο, ἀλλʼ ἐκόλαζεν καὶ παρεῖχεν ἑαυτῷ πράγματα, (δ 244/5) αὐτὸν μὲν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὥμοισι βαλών. ||