Ancient Greek
ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection a-5
Not analysed yet
Πονηρῶν νῦν βούλεται μὲν ὁ μοχθηρὸς ἀδικεῖν, οὐ μὴν δυνατός· βουλόμενος δέ, ἢ πρὸς τὸν ὅμοιον ἀποτείνεται, ἢ πρὸς τὸν κρείττονα. Τί δὲ τῷ κρείττονι δραστέον; ἢ ἀνταδικητέον τὸν μοχθηρόν; καὶ μὴν εἰς ὅ,τι ἀδικεῖ, οὐκ ἀδικεῖ, ὅτι οὐκ ἔχει· ἀπουσίᾳ γὰρ ἀγαθοῦ μοχθηρὸς ὁ μοχθηρ ὸς ἦν. Οὔτ᾿ οὖν κατὰ τὸ ἔργον ἀνταδικήσει ὁ νοῦν ἔχων τὸν μοχθηρόν, οὐ γὰρ ἔχει εἰς ὅ,τι ἀδικηθήσεται· οὔτε κατὰ τὴν βούλησιν, οὐ γὰρ ἐθέλει ἀδικεῖν χρηστὸς ὢν οὐ μᾶλλον, ἢ αὐλητικὸς παρὰ μέρος αὐλεῖν.