Ancient Greek
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection b-6
Not analysed yet
Ὥσπερ γὰρ ἐν τοῖς χρηματισμοῖς οὐθεὶς ἑκὼν ἀντικαταλλάττεται δραχμὴν ταλάντου, οὐδὲ χρυσοῦ χαλκόν, ᾧ μὴ φρένας ἐξέλετο Ζδεύς, ἀλλὰ δεῖ τὰς ἀμοιβάς, κἂν ἰσοστάσιοι ὡσιν, λυσιτελεῖν τῷ ἀλλαττομένῳ κατὰ τὴν χρείαν τοῦ λαβόντος, οὕτως ἀμέλει κἂν ταῖς τῶν πόνων ὁμιλίαις οὐδεὶς πονεῖ πόνου ἐρᾶν (ἦ γὰρ ἂν εἴη ὁ δυσερασίστερος), ἀλλάττεται δὲ τοὺς παρόντας πόνους, |ὡς μὲν εἴποι ἄν τις τῶν γροικοτέρων, τοῦ καλοῦ· ὡς δέ τις τῶν ἀληθεστέρων, ἡδο|νῆς· κἂν γὰρ τὸ καλὸν εἴπῃς, ἡδονὴν λέγεις· σχολῇ γὰρ ἂν εἴη τὸ κάλλος κάλλος, εἰ μὴ ἥδιστον εἴη.