Ancient Greek
6.Subsection a to 6.Subsection b
Maximus of Tyre, Dialexeis 6.Subsection a-8-Subsection b
Not analysed yet
Ἐγὼ δὲ οἶμαι καὶ αὐτὸ τοὐναντίον, διὰ τούτων ἀποφαίνεσθαι τὴν ἡδονὴν πάντων χρημάτων αἱρετωτέραν, ἧς εἵνεκα ἄν τις καὶ θάνατον ἀλλάξαιτο, καὶ τραύματα, καὶ πόνους, καὶ ἄλλα μυρία δυσχερῆ. Κἂν γὰρ ἄλλο ἄλλῳ ἐπιτιθῇς ὄνομα τῆς τούτων ἀξίας, Ἀχιλλεῖ μὲν ἀποθνήσκοντι ἑκόντι, καὶ τιμωροῦντι ἀποθανόντι τῷ Πατρόκλῳ φιλίαν, Ἀγαμέμνονι δὲ ἀγρυπνοῦντι καὶ προβουλευομένῳ καὶ προπολεμοῦντι βασιλείαν, τῷ δὲ Ἕκτορι ἐξηγουμένῳ καὶ προμαχομένῳ καὶ ἀριστεύοντι σωτηρίαν πατρίδος, πάντα ταῦτα ἐρεῖς ἡδονῶν ὀνόματα.