Ancient Greek
7.Subsection b to 7.Subsection c
Maximus of Tyre, Dialexeis 7.Subsection b-7-Subsection c
Not analysed yet
Ἐνταῦθα τοίνυν ζήτει τὸ ἀνθρώπου ἀγαθόν, ὅπου τὸ ἔργον· 〈ἐνταῦθα τὸ ἔργον, ὅπου τὸ ὄργανον· 〉ἐνταῦθα τὸ ὄργανον, ὅπου τὸ σῶζον. Ἀπὸ τοῦ σώζοντος ἄρξαι. Πότερον ποτέρου διασωστικόν, σῶμα ψυχῆς, ἢ ψυχὴ σώματος; εὑρες τὸ σῶζον. Τί ψυχῆς ὄργανον; νοῦς. δήτει τὸ ἔργον. Τί νοῦ ἔργον; φρόνησις· εὐρες τὸ ἀγαθόν. Eἰ δέ τις τότʼ ἀνθρώπου τὴν μοῖραν ταύτην τὴν φρονοῦσαν καὶ θεοφιλῆ ἀτιμάσας, τὸ ἄτιμον ἐκεῖνο μόνον θρέμμα, τὰς σάρκας λέγω, τὸ ἀκόλαστον, τὸ ἀδηφάγον, τὸ ἡδοναῖς φίλον εὐωχεῖν ἐθέλοι, τίνι ἂν εἰκάσαιμι τὴν τοιαύτην τροφήν, ἢ τῷ μύθῳ, νὴ Δία; εενέσθαι φασὶν οἷ ποιηταὶ ἄνδρας ἐν Πηλίῳ, Θετ.