Ancient Greek
ΛΗ΄ XXΧVIII (Duebn. XXXVIII vulg. 22), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection e-2
Not analysed yet
Καὶ περιστήσαντος αὐτῷ τοῦ δαιμονίου ἀνταγωνιστὰς πολλούς, τῶν μὲν βαρβάρων τὸ Γρω |ϊκόν, τοῦ δὲ Ἑλληνικοῦ τοὺς ἀρίστους Παλαμήδη καὶ Αἴαντα, τῶν δὲ οἴκοι τοὺς ἰσχυροτάτους καὶ ἀκολαστοτάτους, Κυκλώπων τὸν ἀγριώτατον, Θρᾳκῶν τοὺς ἀξενωτάτους, φαρμακίδων τὴν δεινοτάτην, θηρίων τὴν πολυκεφαλωτάτην, θάλατταν πολλήν, χειμῶνα χαλεπόν, συνεχῆ ναυάγια· προσαναγκάσας ἀλᾶσθαι καὶ πτωχεύειν, ῥάκη ἀμπισχόμενον, καὶ μετὰ ταῦτα αἰτοῦντα ἀκόλους, παλαίοντα, λακτιζόμενον, παροινούμενον·