Ancient Greek
Κ΄ XX (uebn. XXVI vulg. 10), Section 8
Maximus of Tyre, Dialexeis 8-10
Not analysed yet
Τυραννὶς ἀκόλαστος, ὅταν ἀπῇ μὲν ὁ λόγος, οἱ δὲ ὀφθαλμοὶ λιχνεύουσιν· ὧν ἐὰν ἀφέλῃς τὴν ἐξουσίαν, οὔτε Κριτόβουλος Εὐθυδήμῳ προσκνήσασθαι ἐρᾷ, οὔτε Αὐτολύκῳ Καλλίας, οὔτε Ἀγάθωνι Παυσανίας, οὔτε ἄλλος ἄλλῳ. Διὰ τοῦτο ἐγὼ ἐπαινῶ τὸν Κρητῶν νόμον, καὶ τὸν Ἠλείων μέμφομαι· τὸν μὲν Κρητικὸν ἐπαινῶ τῆς ἀνάγκης, τὸν δὲ Ἠλείων μέμφομαι τῆς ἐξουσίας. Κρητικῷ μειρακίῳ αἰσχρὸν ἐραστὸν εἶναι, Κρητικῷ νεανίσκῳ αἰσχρὸν προσάψασθαι παιδικῶν. Ὢ νόμου κεκραμένου καλῶς σωφροσύνῃ καὶ ἔρωτι. Τὰ δὲ Ἠλείων οὐ λέγω, τὰ δὲ Λακεδαιμονίων λέγω· ἐρᾷ Σπταρτιάτης ἀνὴρ μειρα |κίου Λακωνικοῦ, ἀλλ᾿ ἐρᾷ μόνον ὡς ἀγάλματος καλοῦ· καὶ ἑνὸς πολλοί, καὶ εἷς πολλῶν. μὲν γὰρ ἐξ ὕβρεως ἡδονὴ ἀκοινώνητος πρὸς ἀλλήλους· ὁ δὲ ἐξ ὀφθαλμῶν ἔρως κοινωνικὸς μόνον, καὶ ἐπὶ πάσας ἐξικνούμενος φύσεις ἐρωτικάς. Τὶ γὰρ ἂν εἴη ὡραιότερον τοῦ ἡλίου, καὶ ἐρασταῖς πολυδερκέστερον; ἀλλ᾿ ὅμως ἐρῶσιν ἡλίου οἱ πάντων ὀφθαλμοί.