Ancient Greek
Κ΄ XX (uebn. XXVI vulg. 10), Section 9
Maximus of Tyre, Dialexeis 9.Subsection a-7
Not analysed yet
Ἐν Λοκροῖς τοῖς Ἰταλιώταις ἔφηβος ἦν καλός, καὶ νόμος καλός, καὶ ἐρασταὶ πονηροί· ἐρᾶν μὲν ἠναγκάζοντο ὑπὸ τοῦ κάλλους, εἴργοντο δὲ ὑπὸ τοῦ νόμου κακῶς ἐρᾶν· οἰστρούμενοι δὲ ὑπὸ τοῦ πάθους πρὸς τὴν ὕβριν, τὸν μὲν ἔφηβον οὐκ ἔπεισαν (νόμιμος γὰρ ἦν), ἧξαν δὲ οἱ δυστυχεῖς ἐπὶ βρόχον πάντες ἑξῆς. Ἄξιοι μὲν θανάτου· τί γὰρ δεῖ ζῆν ἄνδρα μηδὲ ὀφθαλμῶν ἀνεχόμενον; Ἄγαλμα μέν τις ἰδὼν καὶ ἐπαινέσας τὸ κάλλος, οὐκ ἐδεήθη βρόχου·