Ancient Greek
9.Subsection a to 9.Subsection b
Maximus of Tyre, Dialexeis 9.Subsection a-2-Subsection b
Not analysed yet
Κἂν ἐπὶ τὰ ἄλλα ἴῃς, εὑρήσεις πάντα μεστά, παρὰ μὲν τοῖς ποιηταῖς ὀνομάτων, παρὰ δὲ τοῖς φιλοσόφοις λόγων. Τὰ δὲ Ἐπικούρου τίνι μύθων εἰκάσω; τίς οὕτω ποιητὴς ἀργὸς καὶ ἐκλελυμένος καὶ θεῶν ἄπειρος; Τὸ ἀθάνατον οὔτε αὐτὸ πράγματα ἔχει, οὔτε ἄλλῳ παρέχει (Epicur. κυρ. δόξ. l Usener 71). Τίς μοι γένηται τοιοῦτος μῦθος; πῶς ἀναπλάσω τὸν Δία; τί δρῶντα, καὶ τί βουλευόμενον, καὶ ποίαις ἡδοναῖς συνόντα;