Ancient Greek · ~4 min
ΙΕ´ XV (Duebn XXI vulg. 5 B 18), Section 8
Maximus of Tyre, Dialexeis 8-9
Not analysed yet
Ἀλλὰ τῷ προσαπτομένῳ πραγμάτων κίνδυνος ἕπεται, καὶ ζημία, καὶ ἐπιβουλαί, καὶ φθόνοι, καὶ φυγαί, καὶ θάωατοι, καὶ ἀτιμίαι. Φέρε οὖν, εἰ καὶ τῷ κυβερνήτῃ ὁ λογισμὸς οὗτος ἦν, ὅτι τὸ πλεῖν ἐπισφαλές, κινδύνων με|στὸν καὶ πόνων, καὶ πολλοῦ τοῦ ἀδήλου, καὶ χειμώνων, καὶ πνευμάτων· φέρε, εἰ καὶ τῷ στρατηγῷ τοιοῦτος λογισμὸς ἦν, ὅτι ἄδηλοι μὲν αἱ τοῦ πολέμου τύχαι, τὸ δὲ σφαλερὸν ἐπʼ ἀμφοῖν ἴσον, ἐν ποσὶν δὲ ὁ κίνδυνος, καὶ ὁ θάνατος πλησίον· τί τοίνυν ἐκώλυεν ἐκ τούτων τῶν λογισμῶν ἄπλουν μὲν εἶναι τὴν θάλατταν, ἐλευθερίας δὲ μηδὲ ὄναρ μετέχειν τοὺς πολλούς ἀπορίᾳ στρατηγῶν, τὸν δὲ ξύμπαντα βίον εἶναι μηδὲν σκωλήκων διαφέροντα, δειλὸν καὶ ἀργὸν καὶ ἐπτηχότα; Σαρδαναπάλλου μοι βίον λέγεις, Ἐπικούρου μοι βίον λέγεις. Ἀντιθῶμεν αὐτοῖς, Κῦρον μὲν Σαρδαναπάλλῳ, τὸν Πέρσην τῷ Ἀσσυρίῳ, ὅς, ἐξὸν αὐτῷ σχολὴν ἄγειν καὶ καθʼ ἡσυχίαν βιοῦν, εἴλετο ἐλευθεροῦν τὸ Περσῶν γένος, πονῶν καὶ στρατευόμενος καὶ διψῶν καὶ λιμώττων, καὶ μὴ ἀνεὶς τὸν κάματον, μήτε νύκτωρ, μήτε μεθʼ ἡμέραν. Ἀντίθες καὶ Ἐπικούρῳ πολλούς, Ἕλληνι Ἕλληνας· ἐκ μὲν Ἀκαδημίας Πλάτωνα, ἐκ δὲ στρατοπέδου Ξενοφῶντα, ἐκ δὲ τοῦ Πόντου Διογένην.