Ancient Greek
9.Subsection b to 9.Subsection c
Maximus of Tyre, Dialexeis 9.Subsection b-3-Subsection c
Not analysed yet
ἀλλὰ κἂν ἵππον ἴδῃ ἱππικὸς ἀνὴρ καὶ τοῦ κάλλους ἐπαινέσῃ, καὶ κτήσασθαι μὴ δυνηθῇ, οὐ δεῖται βρόχου· ἐξαρκεῖ δὲ καὶ τῷ γεωργῷ καὶ ἐν γειτόνων, εἰ δὴ φυτὸν καλόν, ἡ ὄψις αὐτή· ἐξαρκεῖ καὶ τῷ θηρευτῇ, κἂν παῤ ἄλλῳ ιδῃ σκύλακα ὡραῖον, ἡ ὄψις αὐτή· καὶ οὐδεὶς τούτων θανατᾷ δι᾿ ἀπορίαν τῶν κτημάτων. Ἐρῶσιν καὶ οἱ φιλοχρήματοι χρυσοῦ μᾶλλον, ἢ οἱ ἐρασταὶ σωμάτων, καὶ συγκατορύττεσθαι ἐθέλουσιν τῷ χρυσῷ μᾶλλον, ἢ τοῖς σώμασιν οἱ ἐρασταί· ἀλλ᾿ οὐδεὶς θανατᾷ τούτων, ἐὰν μὴ τύχῃ χρυσοῦ.