Ancient Greek
Κ΄ XX (uebn. XXVI vulg. 10), Section 9
Maximus of Tyre, Dialexeis 9.Subsection d-4
Not analysed yet
Οὐδὲ γὰρ ὁ Πέρσης βασιλεὺςματιστῶν ἀκορεστότατος καὶ ἐπιμανέστατος, ὃς ἄρχων αὐτῆς γῆς, καὶ ἐν τοσαύταις ἡδοναῖς φυρόμενος, ὅσαι πληροῦσιν βασιλέως ἀκολάστου ὀρέξεις, ἐπεβούλευσεν νεκροῦ τάφῳ. Φήμη δὲ αὐτὸν ἐ| πεσπάσατο χρυσοῦ κατορωρυγμένου σύν τῷ νεκρῷ, καὶ ἐτυμβωρύχει ὁ μέγας βασιλεὺς τὴν τιάραν ἔχων, καὶ τὸν μὲν χρυσὸν οὐχ εὗρεν, ἐπίγραμμα δὲ ἔνδοθεν ἐπὶ τῷ τάφῳ, ὃ νεκρὸς λέγει· ‘ὦ πάντων ἀνθρώπων ἀπληστότατε· ὃς ἔτλης ἐν νεκροῦ νεκροῦ θίγειν δι᾿ ἔρωτα χρυσοῦ’.