Ancient Greek
618
Melito Apol., Fragmenta 618
Unproofread scanNot analysed yet
Ἀβραὰμ κατεχόμενον ἐν φυτῷ Σαβέκ. Ἀλλὰ τὸ φυτὸν ἀπέφαινε τὸν σταυρὸν, καὶ ὁ τόπος ἐκεῖνος, τὴν Ἰερουσαλὴμ, καὶ ὁ ἀμνὸς, τὸν Κύριον ἐμπεπεδημένον εἰς σφαγήν. Τοῦ μακαρίου Μελίτωνος Σάρδεων, Ὡς γὰρ κριὸς ἐδέθη, φησὶ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ὡς ἀμνὸς ἐκάρη. καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐσταυρώθη. καὶ ἐβάστασε τὸ ξύλον ἐπὶ τοῖς ὤμοις, ἀναγόμενος σφαγῆναι, ὡς Ἰσαἀκ, ὑπὸ τοῦ πατρὸς αὐτοῦ Ἀλλὰ Χριστὸς ἔπαθεν, Ἰσαὰκ δὲ οὐκ ἔπαθεν· τύπος γὰρ ἦν τοῦ μέλλοντος πάσχειν. Ἀλλὰ καὶ ὁ τύπος τοῦ Χριστοῦ γινόμενος, ἔκπληξιν καὶ φόβον παρεῖχεν ἀνθρώποις. Ἠν γὰρ θεάσασθαι μυστήριον καινὸν, υἱὸν ἀγόμενον ὑπὸ τοῦ πατρὸς ἐπ´ ὄρος ἐπὶ σφαγὴν, ὃν συμποδίσας ἔθηκεν ἐπὶ τὰ ξύλα τῆς καρπώσεως, ἐτοιμάζων μετὰ σπουδῆς τὰ πρὸς τὴν σφαγὴν αὐτῷ. Ὁ δὲ Ἰσαὰκ σιγᾷ, πεπεδευμένος ὡς κριὸς, οὐκ ἀνοίγων τὸ στόμα, οὐδὲ φθεγγόμενος φωνῇ. Τὸ γὰρ ξίφος οὐ φοβηθεὶς, οὐδὲ τὸ πῦρ πτοηθεὶς, οὐδὲ τὸ παθεῖν λυπηθεὶς, ἐβάστασεν καρτερῶν τὸν τύπον τοῦ Κυρίου Ην οὖν ἐν μέσῳ προκείμενος Ἰσαὰκ πεποδισμένος ὡς κριὸς, καὶ πατὴρ παρεστὼς, καὶ κρατῶν γυμνὸν τὸ ξίφος, μὴ αἰδούμενος φονεῦσαι τὸν υἱὸν αὐτοῦ.