Ancient Greek
176.16
Menander Comic., Fragmenta 176.16
Unproofread scanNot analysed yet
15 λαλεῖτε, προσοχοπεῖσθε πηλίκον κακὸν λήψεσθ’· ἀνάγκη γὰρ γυναῖκ’ εἶναι κακόν, ἀλλ’ εὐτυχῆς ἐσθ’ ὁ μετριώτατον λαβών. ἀπολεῖ με τὸ γένος. μὴ λέγ', εἰ φιλεῖς ἐμέ, μήτερ, ἐφ' ἑκάστῳ τὸ γένος. οἷς ἂν τῇ φύσει ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον προσόν, ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα 5 καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι· οὐδὲν δ' ἔχουσι πλεῖον, οὐδ' ἔρεις ὅτῳ οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ' ἂν ποτε; οἱ μὴ λέγειν δ' ἔχουσι τούτους διὰ τινα τόπον μεταβολὴν ἢ φίλων ἐρημίαν, 10 τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι; ὃς ἂν ἐγὼ γερονὼς ἢ τῇ φύσει πρὸς τἀγαθά, κἂν Αἰθίῳψ ἦ, μήτερ, ἐστὶν εὐγενής. Σκύθης τις· ὀλεθρος· ὁ δ' Ἀνάχαρσις οὐ Σκύθης;