Ancient Greek · ~7 min
ΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 4-4
Not analysed yet
Μέλλων οὖν ἄρχεσθαι μιᾶς δυνάμεως προοιμιάσῃ πρῶτον, καλῶς δʼ ἄν ἔχοις τῆς τοξικῆς πρώτης, ἐπειδὴ καὶ ταύτης πρώτης ἅψασθαι λέγεται μετὰ τὴν γένεσιν. βούλομαι δὲ τῶν ἀρετῶν μὴ πάσας ἅμα, μηδὲ συναθροίσας τῷ λόγῳ δοκεῖν συγχεῖν, ἀλλὰ διελόμενος χωρὶς καθʼ ἑκάστην περὶ αὐτῶν διελθεῖν, ὡς οἷόν τε μνησθέντα· οὐ γὰρ εἰπεῖν ἅπαντα ῥᾴδιον. λέγεται τοίνυν, ἐπειδὴ πρώτων ἀγωνισμάτων εἶχε τὰ τόξα μεταχειρισάμενος καὶ τὴν φαρέτραν λαβών, τούτοις γὰρ αὐτὸν ὥπλισεν ὁ πατήρ, ἀμύνεσθαι τῆς τόλμας τὸν Τίτυον, ἀνθʼ ὧν εἰς τὴν μητέρα ἠσέβησε Διὸς κυδρὴν παράκοιτιν, Πύθωνά τε κατειληφότα Δελφοὺς κτεῖναι τοῖς ἑαυτοῦ βέλεσιν. ἵνα δὲ Πύθων ὅστις ἦν εἴπω, μικρὸν ἀναλήψομαι. ἤνεγκεν ἡ γῆ δράκοντος φύσιν οὔτε λόγῳ ῥητήν, οὔτε ἀκοῇ πιστευθῆναι ῥᾳδίαν· οὗτος πᾶσαν λυμαινόμενος γῆν, ὅση πρόσοικος Δελφοῖς καὶ Φωκίδι, καταλαμβάνει τὴν Παρνασσόν, ὄρος τῶν ὑπὸ τὸν οὐρανὸν τὸ μέγιστον, οὐκ Ὀλύμπου χεῖρον οὐδὲ δὴ τῆς ἡμετέρας λειπόμενον. τοῦτο τοίνυν ἐκάλυπτε μὲν ταῖς σπειραῖς καὶ τοῖς ἑλιγμοῖς, καὶ ἦν τοῦ ὄρους γυμνὸν οὐδέν, τὴν κεφαλὴν ὑπὲρ αὐτὴν τὴν ἄκρον ἔχων, ἄνω μετεωρίζων πρὸς αὐτὸν τὸν αἰθέρα. καὶ ἡνίκα μὲν πίνειν ἔδει, ποταμοὺς ὅλους ἐδέχετο, ἡνίκα δʼ ἐσθίειν, πάσας ἀγέλας ἠφάνιζεν, οὗτος ἀβάτους μὲν ἐποίει Δελφοὺς τοῖς ἅπασιν, ᾤκει δὲ τὸν τόπον οὐδείς, ἦν δὲ τὸ Θέμιδος μαντεῖον ἔρημον. ἄτοπα δὲ καὶ ἀμήχανα ὁ θεὸς τούς ἀνθρώπους πάσχειν ὑπολαβὼν καὶ βουλόμενος πανταχόθεν αὐτοῖς θεσπίζειν τὰ συμφέροντα, διʼ ὧν ὁ βίος εὐδαιμονεῖν ἔμελλε, κτείνει καὶ τοῦτον μιᾷ τοξείᾳ ταῖς αὐταῖς ἀκίσι καὶ βέλεσι. τὰ δὲ παρʼ ἡμῖν ἀγωνίσματα τίς ἂν εἴποι τοῦ θεοῦ κατʼ ἀξίαν, τὰ κατὰ τῶν Ἀχαιῶν ἀσεβούντων εἰς τούς θεούς, τὰ κατὰ τοῦ Πηλέως μήνιδι τῶν περὶ Ἕκτορα τολμηθέντων καὶ παρανομιῶν, καὶ ὅτι κυνηγέτης ὁ θεὸς καὶ τοῖς τόξοις αἱρεῖν εἴωθε τὰ θηρία, καὶ ὅτι τοξικὴν αὐτὸς εὗρε πρῶτος ἅμα τῇ ἀδελφῇ τῇ Ἀρτέμιδι.