Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 5-3
Not analysed yet
Μέλλων δὲ ἐμβάλλειν εἰς ἕτερον κεφάλαιον ὁμοίως ἐρεῖς τοῦ θεοῦ τὸ μέγιστον καὶ ἐξαίρετον, ὅτι μάντις. ἐνταῦθα δὲ καὶ θέσιν διὰ βραχέων περανεῖς, ὅτι ἀγαθὸν ἡ μαντική, καὶ διὰ ταύτης τὰ μέγιστα τῶν ἀνθρωπίνων κατορθοῦσθαι πέφυκε. ταύτην δὲ μάλιστα Ἀπόλλων ἐτίμησε καὶ ἐθαύμασε, καὶ ὅτι ἐπὶ τῶν τριπόδων θεσπίζων ᾤκισε τὴν ἤπειρον, ᾤκισε δὲ τὴν θάλασσαν, νῦν μὲν εἰς Λιβύην ἐκπέμπων, νῦν δὲ οἰκίζων τὸν Ἑλλήσποντον, τὴν ἑῴαν, τὴν Ἀσίαν πᾶσαν. τοῦτο δὲ τὸ μέρος αὐξήσεις τῷ μεγέθει τῶν ἐγκωμίων ἐπεργαζόμενος, ὅτι ἐκινδύνευσε μὲν ἀοίκητος εἶναι γῆ πᾶσα, εἰ μὴ τὰ μαντεῖα τοῦ θεοῦ πανταχοῦ δὴ γῆς ἐπεφοίτησε παρʼ ἡμῶν, ἐκ Δελφῶν, ἐκ Μιλήτου, ἐν ᾧ μέρει, ἐάν τι μάθῃς ἐκ πατρίων ἐνεργήσαντα τὸν θεὸν ἀπὸ τῶν μαντευμάτων, πρόσθες.