Ancient Greek · ~4 min
Λόγος έ. Θάλλουσα.
Methodius, Symposium Sive Convivium Decem Virginum 1-4
Not analysed yet
Τὴν οὖν Θάλλουσαν βραχὺ ἐπισχοῦσαν καὶ πρὸς ἑαυτήν τι σκεψαμένην εἰπεῖν ἔφη· Ἀλλ᾿ ,ὦ Ἀρετή, συλλήπτειραν ἀξιῶ παραστῆναί σε κατὰ νοῦν, ὅπως πρῶτον μὲν σοῦ, καὶ τῶν παρόντων δὲ φανῶμεν ἂξια λέγειν. τὸ γὰρ μέγιστον καὶ ἐπιφανέστατον ἀνάθημα καὶ δῶρον, οὑ μηδὲν ἀντάξιον ἄλλο προσενέγκασθαι πάρεστιν ἀνθρώποις θεῷ, τὸν ἆθλον τῆς παρθενίας εἶναι πέπεισμαι διαρκῶς, ἀπὸ τῶν ἱερῶν ᾐσθημένη γραμμάτων. οὐ γὰρ ἄν, πολλὰ πολλῶν κατ’ εὐχὰς ἐν τῷ νόμῳ καλὰ κατεργασαμένων, μόνοι μεγάλην εὐχὴν ἐλέγοντο πληροῦν οἱ σφᾶς αὐτοὺς αὐθαιρέτῳ βουλῇ προσενέγκαντες θεῷ. ἔχει γὰρ τὸ ῥητὸν οὕτως· »καὶ ἐλάλησε κύριος πρὸς λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ερεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνή, ὃς ἂν μεγάλως εὒξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ«. εὒχεται χρυσᾶ καὶ ἀργυρᾶ εἰς τὸν νεὼν σκεύη προσκομίσας ἀναθεῖναί τις, ἓτερος ἀναθεῖναι τὴν δεκάτην τῶν καρπῶν, ἂλλος τῆς οὐσίας, ἕτερος τὰ κράτιστα τῶν ποιμνίων, ἄλλος τὴν ὕπαρξιν καθιεροῖ, καὶ οὐδέπω μεγάλην εὐχὴν εὒξασθαι λέγεται τῷ κυρίῳ, ἀλλ’ ἐκεῖνος ὁ ἑαυτὸν ἀναθεὶς τῷ θεῷ ὁλοτελῶς.