Ancient Greek
Λόγος δ΄. θεοπάτρα.
Methodius, Symposium Sive Convivium Decem Virginum 6-3
Not analysed yet
Ἀμέλει τὸ μὴ ἐπιλαθέσθαι νύμφην τὸν κόσμον, μηδὲ παρθένον τὴν στηθοδεσμέιδα αὐτῆς, λεγόμενον ἐν Ἱερεμίᾳ, τὸ μὴ ἐνδοῦναι καὶ χαλάσαι τὸν δεσμὸν τῆς σωφροσύνης ἀπάταις δηλοῖ καὶ περισπασμοῖς. στήθη γὰρ αἱ φρένες εἰκότι λόγῳ καὶ ὁ νοῦς ἡμῶν εἶναι νομίζεται· ἡ δὲ στηθοδεσμίς, ἡ συνδοῦσα ζώνη καὶ συσφίγγουσα τὴν πρόθεσιν τῆς ψυχῆς εἰς ἁγνείαν, ἐστὶν ἡ πρὸς θεὸν ἀγάπη, ἥν τε καὶ ὑμῖν ὁ στρατηγὸς ἡμῶν καὶ ποιμὴν Ἰησοῦς καἰ ἂρχων καὶ νυμφίος, ὦ καλλιπάρθενοι, ἄρρηκτόν τε καὶ ἐσφραγισμένην μέχρι »τέλους« τηρῆσαι παράσχοι. τούτου γὰρ τοῦ κτήματος τοῖς ἀνθρώποις ἄμεινον βοήθημα οὐκ ἄν τις ῥᾳδίως ἓτερον λάβοι ἀρέσκον θεῷ καὶ προσφιλές. διὸ ἐγὼ χρῆναί φημι τὴν ἀγνείαν ἂπαντας τιμᾶν καὶ διαφεόντως ἀσκεῖν τε καὶ ἐγκωμιάζειν. Αὑταί σοι καὶ παρ’ ἡμῶν αἱ ἀπαρχαὶ τῶν λόγων ἀνακείσθωσαι· ὡ Ἀρετή, τὰ μὲν παιδιᾶς, τὰ δὲ καὶ σπουδῆς χάριν. Ἀλλὰ δέχομαι τὸ δῶρον, ἴφη φάναι τὴν Ἀρετήν, καὶ κελεύω μετὰ σὲ τὴν Θάλλουσαν λέγειν· δεῖ γάρ με παρὰ μιᾶς ἑκάστης ὑμῶν ἀποδέξασθαι τὸν λόγον.