Ancient Greek · ~3 min
Λόγος ζ΄. Πρόκιλλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 9-2
Not analysed yet
Ἔπειτα τί δὴ πάλιν καὶ ἐν τοῖς ἑξῆς τοῦ ψαλμοῦ μετὰ τὸ τὸν ἄνθρωπον ἐκ δεξιῶν‘ ἐνθρονισθῆναι τοῦ παντοκράτορος, ὃν ἀνείληφεν ὁ λόγος, τὸ πνεῦμα παραδίδωσιν, ἐπισκεπτέον. »ἀπευνχθήσονται τῷ βασιλεῖ παρθένοι« φησίν« »ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως. ‘πάνυ προφανῶς ἐνθάδε λοιπὸν ἔοικεν ἐγκωιμιάζειν τὸ πνεῦμα τὴν ἁγνείαν, μετὰ τὴν νύμφην, ὡς ἀποδεδώκαμεν, τοῦ κυρίου δευτέρας προσιέναι τῷ παντκράτορι »ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ‘ τὰς παρθένους ἐπαγγελλόμενον, ὑπ' ἀγγέλων δορυφορουμένας τε καὶ παραπεμπομένας. οὕτω γὰρ ἀπέραστόν τι τὸ τῆς παρθενίας ἐστὶν ὡς Μῶς καὶ τριπόθητον κλέος, ὥστε ὀπίσω τῆς βασιλίσσης, ἣν ἀνήγγαγεν ὁ κύριος ἀναμάρτητον ἀποτορνεύσας τῷ πατρί, τὸν χορὸν τῶν παρθενων καὶ τὸ τάγμα προσκομίζεσθαι, τὰ δυτερεῖα τῆς νύμφης κακληρωμένον. Ταῦτά σοι καὶ παρ' ἡμῶν, ὠ Ἀρετή, τὰ γυμνάσματα τῶν λόγων ὑπὲρ ἀγνείας ἐστηλιτεύσθω.