Ancient Greek · ~4 min
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 10
Not analysed yet
Ὁ γάρ τοι Παῦλος εἰς ἁγιασμὸν ἐκκαλούμενος πάντας καὶ σωφροσύνη, ταύτῃ τὸ κατὰ τὸν πρωτόπλαστον καὶ τὴν Εὒαν |κατὰ |δευτέραν ἐπαπόρησιν εἰς Χριστὸν ἀνηκόντισε καὶ τὴν ἐκκλησίαν πρὸς τὸ τοὺς ἀνεπιστήμονας κατασιγᾶσθαι γυμνουμένους προφάσεω. ἀκολασταίνοτες γὰρ διὰ τὰς ὑπερβαλλούσας ῥύσεις ἐν αὐτοῖς τῶν ἡδυπαειῶν παρὰ τὸν όρθόδοξον βιάζεσθαι τολμῶσι λογισμὸν τὰς γραφάς, ὣσπερ ἒρυμα προανατείνοντες ἀκρασίας τό τε »εἶπεν ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε« καὶ τό »ἓνεκεν τούτου καταλίψει ἂνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα«, οὐδὲ αἰσχύνονται κατατρέχοντες τοῦ πνεύματος, ἀλλ᾿ ὥσπερ ἐπὶ ωσπερ ἐπὶ ἔτι καὶ ἐνθωεύοντα τὸν οἶστρον ἀναρριπίζουσιν ἐξάπτοντες ἐρεθισμοῖς. διὸ μάλα δριμέως τὰς ἐπικλόπους ταύτας αὐτῶν κακοφροσύνας τε καὶ πεποιημένος προφάσεις ἐκκόπτων, ἐλθὼν εἰς τὸ διατάξασθαι, πῶς δέοι προσφέρεσθαι τοὺς ἂνδρας ταῖς γυναιξί, καὶ ἀποφηνάμενος, ὅτι οὓτως ὥσπερ καὶ ὁ Χριστὸς τῇ παραδιδοὺς« ὑπὲρ αὐτῆς, »ἳνα αὐτὴν ἁγιάσῃ καὶ καθαρίσῃ τῷ λουτρῷ τοῦ ὓδατος ἐν ῥήματι«, ἀνέδραμεν εἰς τὴν Γἐνεσιν ἐπιμνησθεὶς τῶν περὶ τὸν πρωτόπλαστον ῥητῶν, ἐξοαλίζων εἰς τὸν προκείμενον αὐτῷ καὶ αὐτὰ νοῦν τῆς ὑποθέσεως, ὃπως μὴ παράσχῃ λαβὴν τοῖς κεφαλαίοις καταχρῆσθαι τούτοις τοὺς πρεσβεύοντας προφάσει τεκνογονίας σωμάτων παρατριβάς.