Ancient Greek · ~3 min
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 11
Not analysed yet
Επισκέψασθε γὰρ ὅτι σωφρονεῖν, ὦ παρθένοι, κατὰ θέλων τοὺς πεπιστευκότας διὰ πολλῶν αὐτοῖς τεκμηρίων ὑπεμφαίνειν πειρᾶται τὸ ἀξίωμα τῆς ἁγνείας· ὁτὲ μέν περὶ δὲ ὡν ἐγράψατέ μοι« λέγων »καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἁπτεσθαι«, αὐτόθεν δείκνυσι ἤδη περιφανῶς τὸ μὴ προσψαύειν γυναικὸς καλόν ,προτάξας αὐτὸ καὶ προεκθέμενος ἀπολελυμένως. εἶτα τὴν ἀσθένειαν αὐθις συνιδὼν καὶ τὴν ὑπέκκαυσιν τῶν ἀκρατωτέρων τὴν εἰς συνουσίαν, συνεχώρησε τοῖς μὴ δυναμίνοις ἄρχειν σαρκὸς χρῆσθαι ταῖς ἑαυτῶν ὁμεύνοις μᾶλλον ἢ παραπίπτοντας ἀσχημόνως ἐκχεῖσθαι πορνείας. ἀμέλει μετὰ τὸ ἐπιτρέψαι ταῦτα παρήγαγεν »εὐθέως τόδε »ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν«, ὅπερ εἰ δὲ μὴ δύνασθε, ὦ οὗτοι, παντάπασι σωφριβεῖν διὰ τὴν ἀκρασίαν καὶ τὴν ὑγρότητα τῶν σωμάτων, ἐπέτρεψα μᾶλλον ταῖς σφῶν αὐτῶν κοινωνεῖν γαμεταῖς, καὶ ἵνα μὴ ἐγκράτειαν ἐπαγγέλλεσθαι νομιζόμενοι πειράσησθε συνεχῶς ὑπὸ τοῦ πονηροῦ, εἰς ἀλλοτρίας ἐκφλεγόμενοι.