Ancient Greek
Λόγος δ΄. θεοπάτρα.
Methodius, Symposium Sive Convivium Decem Virginum 5-4
Not analysed yet
Ἐοίκασι δὲ καὶ οἱ προσᾴδοντες τὸ εὐαγγέλιον ἄφροσιν ἐπὶ γῆς ἀλλοτρίας« μελῳδεῖν »τὴν ᾠδὴν κυρίου«, ἧς μή ἐστιν ὁ Χριστὸς γεωργός. ἀλλ’ αἱ τὸ καθαρώτατον καὶ φαιδρὸν καὶ ἀμιγὲς καὶ εὐλαβὲς καὶ εὐπρεπὲς τῆς παρθενίας ὑποδῦσαι καὶ ἀναλάμψασαι κάλλος, καὶ στεῖραι καὶ ἄγονοι τῶν ῥευστῶν καὶ ἀλγεινῶν εὑρεθεῖσαι »ἐπὶ γῆς ἀλλοτρίας« οὐ μελῳδοῦσι »τὴν ᾠδήν«, ὃτι μὴ φέρονται τὰς ἐλπίδας τῇδε, μηδὲ προστετήκασι θνητῶν σωμάτων τρυφαῖς, μηδὲ ταπεινῶς κατασκέπτονται τὸν νοῦν τῶν ἐντολῶν, ἀλλ᾿ εὖ καὶ γεν- ναίως μετὰ φρονήματος ὑφηλοῦ τὰς ἐπαγγελίας ἄνω περιαθροῦσι, τὸν οὐράνιον διφῶσαι καὶ σύμφυτον τόπον. ὅθεν ἀγάμενος αὐτῶν ὁ θεὸς τὰ φρονήματα »μεθ᾿ ὁρκωμοσίας« ἐξαιρέτους ἐπαγγέλλεται διδόναι τιμάς, »ἐν ἀρχῇ τῆς εὐφροσύνης« προανατάσσων καὶ προκαθιδρύων. λέγει γὰρ ὧδε »ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησεθείη ἡ δεξιάμου μου. κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου«, Ἱερουσαλὴμ τὰς ἀμιάντους αὐτὰς δὴ ταύτας, ὡς ἔφην, ἀπήμονας ψυχὰς εἶναι λέγων, αἵτινες ἄτρυγον τὸ αὐστηρῶς ἀμολύντοις χείλεσι σπασάμεναι πόμα, »ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν« καθαρμόζονται »παραστῆσαι Χριστῷ« κατ᾿ οὐρανόν, »τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασαι«. ταύτῃ γὰρ καὶ Ἡσαΐας ὁ παρεγγυᾷ »φωτίζου, φωτίζου« λέγων »Ἱερουσαλήμ· ἣκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκε«. ταῦτα δὲ τὰ ἐπαγγέλματα μετὰ τὴν ἐξανάστασιν τελεσιουργηθήσεσθαι δῆλον καὶ παντί. οὐ γὰρ περὶ τῆς πολυθρυλλήτου κατὰ Ἰουδαίαν πολίχνης τὸ πνεῦμα τὸ ἃγιον χρησμῳδεῖ, ἀλλὰ περὶ τῆς οὐρανοπόλεως ὡς ἀληθῶς ἐκείνης καὶ μακαρίας Ἱερουσαλήμ, ἣν δή φασιν αὐτὴν εἶναι τὸ ἄθροισμα τῶν ψυχῶν, ἃς προανατάξασθαι πρώτας »ἐν ἀρχῇ τῆς εὐφροσύνης‘ τῶν καινῶν αἰώνων ἀνεπισφαλῶς ὁ θεὸς ἐπαγγέλλεται, εἰς καθαρὰν οἴκησιν ἀδύτων φώτων τῷ λευκοτάτῳ τῆς παρθενίας ἐστολισμένας κόσμῳ κατοικίζων ,ὃτι μὴ ἐμνημόνευσαν τὸν κόσμον ἀποδύσασθαι τὸν νυμφικόν, τουτέστι χαυνῶσαι τὸν λογισμὸν φαντασίαις ἐκτόποις.