Ancient Greek · ~5 min
Λόγος ζ΄. Πρόκιλλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 8-2
Not analysed yet
Δυνήσεται δέ τις καὶ ἑτέρως τὴν νύμφην φάναι τὴν σάρκα τὴν ἀμόλυντον εἶναι τοῦ κυρίου, ἧς χάριν καταλελίψας τὸν πατέρα κατῆλθεν ἐνταῦθα καὶ προσεκολλήθη καὶ ἐγκατέσκηψεν ἐναθρωπήσας εἰς αὐτήν. διὸ δὴ καὶ περιστερὰν αὐτὴν ἔφη τροπικῶς, ἐπειδὴ τιθασὸν τὸ ζῷον καὶ ὑπωρόφιον καὶ διαίτῃ τῇ μετὰ ἀνθρώπων ἀσμενίζον. μόνη γὰρ ὡς ἔπος εἰπεῖν ἄσπιλος καὶ ἀμίαντος εὑρέθη καὶ πάντας ὑπερέχουσα τῷ τῆς δικαιοσύνης κόσμῳ καὶ κάλλει, ὥστε μηδένα καὶ τῶν εἰς ἄκρον εὐαρεστησάντων τῷ θεῷ ταύτης δυνηῆναι πέλας ὡς πρὸς σύγκρισιν ἀρετῆς στῆναι, καὶ διὰ τοῦτο κατηξιῶσθαι κοινωνὸν αὐτὴν γενέσθαι τῆς βασιλέιας τοῦ μονγενοῦς, αὐτῷ καθηρμοσμένην τε καὶ ἑνθωθεῖσαν. καὶ ἐν τῷ τεσσαρακοστῷ δὲ καὶ τετάρτῳ ψαλμῷ ἡ ἐκ τῶν πλειόνων παρισταμένη καὶ δεξιῶν βασίλισσα τοῦ θεοῦ μερῶν, ἡ τῷ διαχρύσῳ τῆς ἀρετῆς κόσμῳ κατεστολισμένη, ἡς ἐπεθύμησε τοῦ κάλλους« »ὁ βασιλεύς«, ἡ σάρξ ἐστιν, ὡς ἔφην, ἡ ἄχραντος ἐκείνη καὶ μακαρία, ἣν αὐτὸς ἀνακομίσας ὁ λόγος εἰς οὐρανοὺς »ἐκ δεξιῶν« παρέστησε τοῦ πατρός, »ἐν ἱματισμῷ διαχρύσῳ« κεκοσμημένην, ὃ δή ἐστι τοῖς ἐπιτηδεύμασι τῆς ἀφθαρσίας, ἃ συμβολικῶς ἔφησε »χρυσᾶ κροσσωτά«, ἐπειδήπερ ἐκ ποικίλων ποικίλλεται τοῦτο καὶ συγκαθυφαίνεται κατορθωμάτων τὸ ἔνδυμα, οἷον ἀγνείας, φρονήσεως, πίστεως, ἀγάπης, ὑπομονῆς καὶ τῶν λοιΠῶν Μῶν, ἃ δὴ κατακαλύπτοντα τὴν ἀσχημοσύνην τῆς σαρκὸς κοσμεῖ τὸν ἄνθρωπον κόσμῳ χρυσῷ.