Ancient Greek
145
Michael Glycas, Annales 145
Unproofread scanNot analysed yet
Ἀλλ´ ἄφες αὐτά. Τοῖς γὰρ ὁπωσοῦν ἐγκύπτουσι τῇ ἀγίᾳ Γραφῇ γέλως ἄντικρυς δοκοῦσι καὶ παίγνια. Περὶ χιτώνων δερματίνων. Καὶ χιτῶνας δερματίνους ἐνέδυσεν αὐτούς.» ὅὶ μὲν οὖν θεῖος Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι χιτῶνας δερματίνους ἐπιβάλλει τοῖς πρωτοπλάστοις ὁ Κύριος, οὐ δέρματα δέ. Ποίων γὰρ ἀποσφαγέντων ζώων καὶ δαρέντων ἐπινοεῖται αὐτοῖς ἡ περιβολή; Ἐκ τῆς τῶν ἀλόγων λοιπὸν φύσεως νεκρότητα ἐντέθεικεν οἰκονομίᾳ »κῶς τῇ εἰς ἀθανασίαν κεισθείσῃ φύσει, ἵνα μὴ ἀθάνατον ᾗ τὸ κακόν. Ὁ δὲ χρυσοῤῥήμων Ἰωάννης κατὰ τὸ γράμμα τοὺς τοιούτους ἐκλαμβάνων χιτῶνας καὶ τάδε φησίν· «Εἰ πόθεν εὐρέθησαν τὰ δέρματα μὴ σφαγέντων τῶν ζώων, φιλοτιμούμενοι λέγουσιν οἱ ἀλληγορηταὶ, οὐκοῦν ἀκούω κάγὼ αἷμα ἐν Ἀἰγύπτῳ, καὶ ζητῶ πόθεν μετέβαλε τὸν Νεῖλον εἰς αἷμα, ποῖα ἔθυσεν ζῶα; καὶ ὁ ποταμὸς γέγονεν εἰς αἷμα, καὶ οὐδὲν αἷμα ἐτύθη ζώων. Δέρματα δύο γέγονε, καὶ ζητοῦσιν ἀπὸ ποίων ζώων ἐγένετο. Ἀλλ´ ὥσπερ ἐκεῖ ἐκτὸς ζώου αἵμα, οὕτως ἐνταῦθα ἐκτὸς ζώου δέρμα.» Γίνωσκε δὲ ὅτι οὐ τοσοῦτον ὁ πατὴρ ἐπὶ τῇ τῶν παίδων ἀνατροφῇ μεριμνᾷ κῶς ἡ μήτηρ, ὅτι καὶ αὐτὴ τότε ἤκουσεν· «Ἐν λύπαις τέξῃ τέκνα· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου.» Ἐγὼ ἁμαρτάνω,, καὶ ἡ γῆ ταῖς ἀφορίαις μαστίζεται. Ἐπικατάρατος ἡ γῆ διὰ τὰ ἔργα ἡμῶν, πουτέστιν οὐχ ἕτοιμα εὐρίσκονται ἀπὸ γῆς τὰ ἐκεῖθεν ἀναδιδόμενα ὥσπερ δὴ καὶ τὸ πρότερον. Καὶ ἔῤῥαψαν φύλλα συκῆς, ἀποἄὐααντο τὴν ἀθανασίαν, ἡ στολὴ περιῃρέθη τῆς δόξης, ἐγυμνώθη τὸ σῶμα καὶ ἦν λοιπὸν πηλός Ὅθεν καὶ φύλλα συκῆς ῥάπτουσιν. Ὅθεν δὲ τὴν βαπτικὴν εὗρε, μὴ ζήτει· εἰ γὰρ ἦν Θεοῦ εἰκὼν, μὴ ἀμφιβάλλῃς περὶ τὴν γνῶσιν αὐτοὺ. εειωί. Ἀιιοια ἰροω σοομάῆ ο ερειοιὲ Ἀο, οΠ ιοοι ακ εἱ οιαι ἐωκφο Βα, ὀε εοῖειιῖα ἰρεῖ ὺἱμελ μ ει. Ἐνταῦθα μὲν οὖν ὁ χρυσοῤῥήμων Ἰωάννης ἐμπαίζει καὶ τοῖς ἐν οὐρανῷ λέγουσι τὸν παράδεισον εἶναι καὶ πνευματικόν. Εἰ γὰρ ἄνω ἦν, κατέρχεσθαι δν ἐλέγοντο οἱ ποταμοὶ, οὐ μὴν ἐξέρχεσθαι. Ἐντεῦθεν οὖν ὁ κατάρατος Ὠριγένης ἀποπνιγόμενος φαίνεται, καὶ μᾶλλον ἐν οἷς ἐκενολόγηοεν ἀσώματον τὸν Ἀδάμ. Εἰ γὰρ ἀσώματος ἦν, οὐκ ἂν ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ ὁ Θεὸς καὶ ᾠκοδόμησε τὴν γυναῖκα · πρόδηλον οὖν κῶς ἐπειδὴ πλευράν ἔλαβεν ἐξ Ἀδὰμ, πλευρὰ δὲ τοῖς ἀσωμάτοις οὐ πρόσεστιν οἰν ἦν ἄρα κατ´ ἐκεῖνον ἀσώματος ὁ πρωτόπλαστος. μίετὰ μέντοι τὸ ἐκβληθῆναι τοῦ παραδείσου ὁ Ἀδάικ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ γεννᾷ τὸν Κάῖν. Ἔγνω δὲ πῶς; ἐμπαθῶς, τὴν ἀγγελικῆς ἐκπεσὼν ὁ ἄνθρωπος διαγωγῆς, ἐπειδὴ παραβάτης ὤφθη τῆς] ἐντολῆς, τῷ κτηνώδει τούτῳ τρόπῳ καὶ ἐμπαθεῖ περιέπεσε. Ταύτῃ τοι καὶ ὀδυρόμενος ὁ Δαβὶδ ἔλεγεν