Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_NEANTHES_CYZICENUS_LYSIMACHUS
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 11
Not analysed yet
Ἔρμιππος δέ φησι λέγειν αὐτὸν (Heraclitum aqua intercute laborantem) τοῖς ἰατροῖς, εἴ τις δύναται τὰ ἔντερα πιέσας ὑγρὸν ἐξεράσαι ́; ἀπειπόντων δὲ, θεῖναι εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολβίτοις καταπλάττειν τοὺς παῖδας βολβίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ ταφῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δ ̓ ὁ Κυζικηνός φησι μὴ δυνηθέντ ̓ αὐτὸν ἀποσπάσαι τὰ βόλβιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.