Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 38
Not analysed yet
Ὅτι Τήμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων ἀπέθανε δι ̓ αἰτίαν τοιάνδε. Ἦσαν αὐτῷ τέτταρες υἱεῖς, Κεῖσος (1) καὶ Φάλκης καὶ Κερύνης (2) καὶ Ἀγαῖος (3), θυγάτηρ δὲ τοὔνομα Ὑρνηθὼ (4), ἥντινα ἔδωκε γυναῖκα Δηιφόντῃ τῷ Ἀντιμάχου τοῦ Θρασυάνορος τοῦ Κτησίππου τοῦ Ἡρακλέους. Στέργων οὖν ταύτην καὶ τὸν γαμβρὸν πολὺ μᾶλλον ἢ (5) τοὺς υἱεῖς καὶ εἰς ἅπαντα χρώμενος διετέλει. Ἐπὶ τούτῳ (6) οἱ νεανίσκοι βαρέως φέροντες, ἐξεῦρον κακούργους ἀνθρώπους οὓς (7) ἐπὶ μισθῷ ἔπεισαν τὸν Τήμενον ἀνελεῖν. Ἀγαῖος δὲ ὁ νεώτατος οὐ μετεῖχε τοῦ βουλεύματος. Καὶ οἱ μὲν τὸν ἄνθρωπον λουόμενον παρὰ τὸν ποταμὸν ἐν ἐρημίᾳ ἐπιπεσόντες καὶ κατατρώσαντες, ἐκποδὼν ἐγένοντο, ἔτι ζῶντα ὑπὸ θορύβου λιπόντες. Ὁ δὲ κομισθεὶς εἰς τὸ στράτευμα, ἀγνοῶν τοὺς φονέας θνήσκει, τὴν ἀρχὴν Ὑρνηθοῖ καὶ Δηιφόντῃ καταλιπὼν, καὶ τὰ λόγια φράσας ἅπερ ᾔδει τοῦ πολέμου πέρι. Μετὰ ταῦτα δὲ ζητουμένου τοῦ φόνου, τὸ σύμπαν ἐγνώσθη. Ὅτι ὑπὸ τῶν περὶ Κεῖσον ἐπεβουλεύθη (8), καὶ ἅμα διὰ τὴν Τημένου ἐπίσκηψιν (9) ἐξεώσθησαν ἐκ τῆς ἀρχῆς, Δηιφόντης δὲ καὶ (10) Ὑρνηθῶ ἐβασίλευον διά τε ταῦτα καὶ ὅτι τὰ λόγια ᾔδεσαν, ἐν οἷς τῆς καθόδου ἡ ἐλπὶς ἦν. Οἵ γε μὴν παῖδες ἔξαρνοι ἦσαν τὸν φόνον κοὐκ ἄρα (11) ἔμελλον τῆς ἀρχῆς πέρι ἀτρεμήσειν. Τοὐντεῦθεν Δηιφόντης πρῶτον μὲν ὑποπέμψας πρέσβεις κρύφα Τροιζηνίους καὶ Ἀσιναίους καὶ Ἑρμιονεῖς καὶ πάντας ὅσοι τῇδε Δρύοπες ᾤκουν, ἀφίστησι τῶν Ἀργείων ἐθελοντὰς καὶ αὐτοὺς, μὴ τῷ χρόνῳ ὁμοῦ κείνοις ὑπὸ Δωριέων (12) ἐξανασταῖεν.