Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 39
Not analysed yet
Ὅτι Κρεσφόντης (1) πάντων ἐβασίλευσεν τῶν στρατιωτῶν (2)· ὃς ἐπειδὴ διένεμε τὴν γῆν εἰς ε’ (3)*, μετεμέλησε δ ̓ αὐτῷ ἴσου διελόντι εἰς ὃ συνετέλουν οἱ λοιποί. Ταῦτα δὲ μεταβουλευσάμενος κινεῖν τὰ πράγματα ἐπειρᾶτο, ἐκ μὲν τοῦ εὐπρεποῦς λέγων ἅπερ καὶ οἱ ἐν Λακεδαίμονι, ὅτι οὐ δίκαιον εἴη τῶν ἴσων μετέχειν τοὺς ἐγχωρίους τοῖς Δωριεῦσι. Συνέβη δ ̓ αὐτῷ πρός τ ̓ ἐκείνους διαβεβλῆσθαι καὶ πρὸς τοὺς Δωριέας, οἳ καὶ τότε (4) αὐτοῦ ἤχθοντο τῇ βίᾳ οὐκ ἀνεχομένου τὸ ἰσόμοιρον καὶ πάλαι δ ̓ αὐτῷ (5) προσεκεκρούκεσαν ἄνευ σφῶν συμβαίνοντι τοῖς ἐγχωρίοις καὶ μετὰ ταῦτα τῶν ἴσων αὐτοῖς μεταδιδόντι· πάντων δὲ μάλιστα [οἱ ἐγχώριοι] ὑφεωρῶντο τὴν μετακόσμησιν τῶν τότε καθεστώτων, πρὸς (6) ἧς ἄμεινον ἡγήσαντο εἶναι ἀνελόντες αὐτὸν κατὰ χώραν ἀτρεμεῖν. Καὶ ἐποίησαν ταῦτα, καὶ Κρεσφόντην (7) μὲν δι ̓ ἐπιβουλῆς ἀπέκτειναν. Ταχὺ δὲ καὶ τοὺς υἱεῖς ἤθελον, οὓς τότε ὁ μητροπάτωρ ἅμα τῇ θυγατρὶ κυούσῃ θύειν μέλλων Διὶ ἀκραίῳ (8) εἰς Τραπεζοῦντα μετεπέμψατο· καὶ παρ ̓ αὐτῷ ἔτεκεν ἡ θυγάτηρ Αἴπυτον τὸν τρίτον (9), Ἐτεχνάσαντο οὖν οἱ φονεῖς ἀφικόμενοι παρὰ Κύψελον, ὡς ἂν παραλαβόντες τοὺς Κρεσφόντου παῖδας ἀνέλοιεν, λέγοντες ὅτι ὁ πατὴρ αὐτοὺς εἰς Μεσσήνην (10) μέτεισιν ἱερὰ θύειν μέλλων εὐκταῖα. Ὁ δὲ Κύψελος τοὺς μὲν δύο ἐξέπεμψε σὺν αὐτοῖς ἐξαπατηθεὶς, οὓς ἐκεῖνοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν, τὸν δὲ τρίτον ἄτε νεογενῆ οὐκ ἔδωκε φήσας ἐν σπαργάνοις εἶναι· καὶ οὗτος μὲν παρὰ τῷ μητροπάτορι ἐτρέφετο. Ὅτι Αἴπυτος (11) ὁ υἱὸς Κρεσφόντου ἐπεβουλεύθη παρὰ τῶν· ἐμπρησάντων τὴν αὐτοῦ οἰκίαν, καὶ τῆς ἐπιβουλῆς ἀνώτερος γέγονεν. Αὖθις δὲ πάλιν ἐπεβουλεύετο ὑπὸ τοῦ δήμου καὶ αὐτὸς καὶ οἱ ἀπόγονοι, καὶ οὐ διέλιπον ἀλλήλοις διαστασιάζοντες, ἄχρις ὅτου ὑπὸ Λακεδαιμονίων (12) ἠνδραποδίσθησαν.