Ancient Greek
42.1
Nicolaus, Progymnasmata 42.1
Unproofread scanNot analysed yet
ἢ ὅτι ὁ λέων ἐξωρῆθη ὑπὸ τυροῦ [καὶ] κνίσης, κἂν λόγους τινὰς δεήσῃ περιδεῖναι, [καὶ] ἵνα ἡ μὲν ἀλώπηξ ποικιλία φθέγγηται, τὰ δὲ πρόβατα εὐήθη καὶ μεστὰ ἀνοίας· τοιαύτη γὰρ τις ἡ ἐκατέρων φύσις· καὶ ἵνα ὁ μὲν 5 ἀετὸς ἀρπακτικὸς καὶ νεβρῶν καὶ ἀρνίων εἰσάγηται, ὁ δὲ κολοιὸς μηδὲν τοιοῦτον μηδὲ ἐννοῶν. εἰ δὲ ἄρα ποτὲ γένοιτο χρεία τοῦ καὶ παρὰ τὴν φύσιν τι συμπλάσαι, δεῖ τοῦτο προοικονομῆσαι καὶ παρασχεῖν αὐτῷ τὴν ἐκ τοῦ μύθου διάνοιαν· οἷον εἰ διαλέγοιτο τὰ πρόβατα πρὸς τοὺς λύκους φιλικῶς, προοικονομῆσαι δεῖ τὴν φιλίαν καὶ 10 ὅσα ἄλλα τοιαῦτα.