Ancient Greek
Fragment 10
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 10
Not analysed yet
1, 13—14. Τὸ δὲ ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθ' ὑπερβατὸν νοήσῃς, ὃ ἐὰν μὴ τηρηθῇ, μάχεται τῇ ἀκολουθίᾳ· τίς γὰρ ἂν εἴπῃ διὰ τοῦτο κεκωλύσθαι ἐλθεῖν πρὸς τοὺς Ῥωμαίους τὸν Παῦλον, ἵνα καρπὸν σχῇ; τοὐναντίον γάρ, εἰ μὴ ἐκωλύθη, καρπὸν ἔσχεν, κωλυόμενος δὲ ἀπεστερεῖτο καρποῦ. ἀναγνωστέον οὖν οὕτως· πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα τινα καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο. διὰ τί οὖν ἠναγκάσθη τὸ ὑπερβατὸν θεῖναι; ἐπειδὴ τῷ ἵνα καρπὸν σχῶ ἔμελλε συνάπτειν πολλὰ οἷον τὸ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμὶ καὶ τὰ ἀκόλουθα. ἵνα οὖν μὴ διακόψῃ τὴν συνέχειαν, παρενθεὶς τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο συνῆψε τῷ προτέρῳ τῷ προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ ἵνα τινὰ καρπὸν σχῶ, καὶ οὕτως ἀπέδωκε τῇ τοῦ λόγου ἀκολουθίᾳ τὴν τάξιν.