Ancient Greek · ~3 min
Fragment 11
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 11
Not analysed yet
1, 14. Τέως δὲ φήσας ἵνα τινὰ καρπὸν σχῶ, ἐμφαίνει ὅτι ὁ καρπὸς οὐκ ἐν μόνῃ ἐστὶ προαιρέσει ἀλλὰ καὶ ἔργου χρεία ἐν καιρῷ, καὶ ὁ κτώμενος τοιούτους καρποὺς πλούσιος γίνεται ἔργοις ἀγαθοῖς καὶ μακαριώτερος. εἶχε δὲ καρποὺς οὐ μόνον ἐν τοῖς μωροῖς τοῦ κόσμου οὓς ἀνοήτους νῦν ἀνομάζει, ἀλλὰ καὶ ἐν σοφοῖς, σοφίαν λαλῶν ἐν τοῖς τελείοις τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένην. ὥσπερ οὖν ὀφειλέτης ὢν σοφοῖς ἐδεῖτο μαθημάτων πρὸς σοφοὺς ἀγόντων αὐτοὺς πρὸς τὸν χριστιανισμόν, οὕτως καὶ βαρβάροις ὀφειλέτης ἦν ὁμιλεῖν αὐτοῖς κατὰ τὴν διάλεκτον αὐτῶν. σοφίας μὲν οὖν πρὸς τοὺς σοφοὺς χρῄζει ὁ διδάσκων, μακροθυμίας δὲ καὶ τοῦ οἰκονομικοῦ καὶ τῆς ἐπαινουμένης ταπεινότητος πρὸς τοὺς ἀνοήτους. ὁ οὖν ὀφειλέτης ἢ ἀποδιδοὺς οὐκ ἐγκαλεῖται, ἢ ἀποστερῶν οὗ ἂν ὀφείλῃ, εἰκότως ἂν ἐγκληθείη.