Ancient Greek · ~2 min
Fragment 9
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 9
Not analysed yet
1, 13. Ἢ ὡς φθανούσης τῆς προνοίας ἐπὶ τὰς ἀποστολικὰς αὐτοῦ ἐκδημίας· διὸ καὶ ηὔχετο εὐοδωθῆναι ὡς ἐνδεχομένου παύσασθαι τοῦ κωλύματος, ἢ ἐκ τοῦ σατανᾶ ἐνεποδίσθη, ἵνα μὴ σχῇ τινα καρπόν, ἤτοι οὐκ ἦν τοῦ θεοῦ θέλημα, ἐπείπερ ᾔδει μὴ εἶναι καιρὸν τοῦ πείθειν· ὅτε δὲ γέγονεν ὁ καιρὸς τοῦ πείθειν, τότε καὶ ἐποίησεν αὐτὸν ἀπελθεῖν. δι' ὧν δὲ εἶπεν ἐκωλύθην καὶ ὅσα τὰ αὐτά, ἀπολογεῖται ὑπὲρ ἑαυτοῦ καὶ ἐφέλκεται τὴν τῆς Ῥωμαίων ἐκκλησίας ἀγάπην πρὸς ἑαυτόν.