Ancient Greek · ~2 min
Fragment 12
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 12
Not analysed yet
1, 17. Ἀποκαλύπτεται δὲ ἡ τοῦ θεοῦ δικαιοσύνη τοῖς ἐκ πίστεως παλαιοτέρας εἰς νέαν ἥκουσι· πιστεῦσαι γὰρ ἀεὶ Μωϋσεῖ ἵνα τις πιστεύσει καὶ τῷ Χριστῷ, καὶ ὁ πιστεύων τῷ Χριστῷ μὴ πιστεύων τοῖς προφήταις οὐκ ὀρθῶς πιστεύει οὐδὲ λέγεται οὗτος κυρίως πιστεύειν. τὸ δὲ ὁ δίκαιος ἐκ πίστεως ζήσεται διδάσκει, ὅτι εἴ τις δίκαιος μὲν ᾖ, πίστιν δὲ μὴ ἔχει, ἢ πιστεύει μὲν, μὴ ᾖ δὲ δίκαιος, οὐκ ἂν σωθείη.